Car Repair Manuals

Clement of Rome
I Corinthians

κλημεντος προς κορινθιους Α

Chapter 7

The cure for jealousy is repentance

1  Ταῦτα , ἀγαπητοί , οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν , ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες · ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι , καὶ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται . 2  διὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας , καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα , 3  καὶ ἐνώπιον τοῦ ποιήσαντος ἡμᾶς . 4  ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν , ὡς ἔστιν τίμιον τῷ πατρὶ αὐτοῦ , ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑήνεγκεν . 5  διέλθωμεν εἰς τὰς γενεὰς πάσας , καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ᾿ αὐτόν . 6  Νῶε ἐκήρυξεν μετάνοιαν , καὶ οἱ ὑπακούσαντες ἐσώθησαν . 7  Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν · οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν , καίπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era