Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν φιλομηλίῳ καὶ πάσαις ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας παροικίαις · ἔλεος , εἰρήνη καὶ ἀγάπη θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ πληθυνθείη .
Chapter 1
1 Ἐγράψαμεν ὑμῖν , ἀδελφοί , τὰ κατὰ τοὺς μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον , ὅστις ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κατέπαυσεν τὸν διωγμόν . σχεδὸν γὰρ πάντα τὰ προάγοντα ἐγένετο , ἵνα ἡμῖν ὁ κύριος ἄνωθεν ἐπιδείξῃ τὸ κατὰ τὸ εὐαγγέλιον μαρτύριον . 2 περιέμενεν γάρ , ἵνα παραδοθῇ , ὡς καὶ ὁ κύριος , ἵνα μιμηταὶ καὶ ἡμεῖς αὐτοῦ γενώμεθα , μὴ μόνον σκοποῦντες τὸ καθ᾿ ἑαυτούς , ἀλλὰ καὶ τὸ κατὰ τοὺς πέλας . ἀγάπης γὰρ ἀληθοῦς καὶ βεβαίας ἐστίν , μὴ μόνον ἑαυτὸν θέλειν σώζεσθαι , ἀλλὰ καὶ πάντας τοὺς ἀδελφούς .