Car Repair Manuals

Irenaeus
The Martyrdom of Polycarp

μαρτυριον του αγιου πολυκαρπου επισκοπου σμυρνης

Chapter 14

1  Οἱ δὲ οὐ καθήλωσαν μέν , προσέδησαν δὲ αὐτόν . δὲ ὀπίσω τὰς χεῖρας ποιήσας καὶ προσδεθείς , ὥσπερ κριὸς ἐπίσημος ἐκ μεγάλου ποιμνίου εἰς προσφοράν , ὁλοκαύτωμα δεκτὸν τῷ θεῷ ἡτοιμασμένον , ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν · Κύριε θεὸς παντοκράτωρ , τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός σου Ἰησοῦ χριστοῦ πατήρ , δι᾿ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήφαμεν , θεὸς ἀγγέλων καὶ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γένους τῶν δικαίων , οἳ ζῶσιν ἐνώπιόν σου · 2  εὐλογῶ σὲ , ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης , τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων ἐν τῷ ποτηρίῳ τοῦ χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίου · ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ , καθὼς προητοίμασας καὶ προεφανέρωσας καὶ ἐπλήρωσας , ἀψευδὴς καὶ ἀληθινὸς θεός . 3  διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνῶ , σὲ εὐλογῶ , σὲ δοξάζω διὰ τοῦ αἰωνίου καί ἐπουρανίου ἀρχιερέως Ἰησοῦ χριστοῦ , ἀγαπητοῦ σου παιδός , δι᾿ οὗ σοὶ σὺν αὐτῷ καὶ πνεύματι ἁγίῳ δόξα καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας . ἀμήν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era