Car Repair Manuals

Ignatius
Epistle to the Ephesians

προς εφεσιους ιγνατιος

Ἰγνάτιος, καὶ Θεοφόρος , τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι , τῇ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς 1 εἰς δόξαν παράμονον ἄτρεπτον , ἡνωμένῃ καὶ ἐκλελεγμένῃ ἐν πάθει ἀληθινῷ , ἐν θελήματι τοῦ πατρὸς καὶ Ἰησοῦ χριστοῦ τοῦ θεοῦ ἡμῶν , τῇ ἐκκλησίᾳ τῇ ἀξιομακαρίστῳ , τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας , πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν .

Chapter1

1  Ἀποδεξάμενος ἐν θεῷ τὸ πολυαγάπητόν σου ὀνομα , κέκτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ , τῷ σωτῆρι ἡμῶν · μιμηταὶ ὄντες θεοῦ , ἀναζωπυρήσαντες ἐν αἵματι θεοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε · 2  ἀκούσαντες γὰρ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ τοῦ κοινοῦ ὀνόματος καὶ ἐλπίδος , ἐλπίζοντα τῇ προσευχῇ ὑμῶν ἐπιτυχεῖν ἐν Ῥώμῃ θηριομαχῆσαι , ἵνα διὰ τοῦ ἐπιτυχεῖν δυνηθῶ μαθητὴς εἶναι , ἰδεῖν ἐσπουδάσατε · 3  ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμῶν ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ , τῷ ἐν ἀγάπῃ ἀδιηγήτῳ , ὑμῶν δὲ ἐπισκόπῳ , ὃν εὔχομαι κατὰ Ἰησοῦν Χριστὸν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμᾶς αὐτῷ ἐν ὁμοιότητι εἶναι . εὐλογητὸς γὰρ χαρισάμενος ὑμῖν ἀξίοις οὖσι τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era