1 Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ εἰς δόξαν . ὅταν γὰρ πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε , καθαιροῦνται αἱ δυνάμεις τοῦ Σατανᾶ , καὶ λύεται ὁ ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως . 2 οὐδέν ἐστιν ἄμεινον εἰρήνης , ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἐπουρανίων καὶ ἐπιγείων .