1 Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν , οὐκ ἀνθρωπίνην οὖσαν , ἀλλὰ πνευματικήν , πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἐγκεκραμένους οὕτως , ὡς ἡ ἐκκλησία Ἰησοῦ Χριστῷ , καὶ ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί , ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ ; 2 μηδεὶς πλανάσθω · ἐὰν μή τις ᾖ ἐντὸς τοῦ θυσιαστηρίου , ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ . εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει , πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας ; 3 ὁ οὖν μὴ ἐρχόμενος ἐπί τὸ αὐτὸ οὗτος ἤδη ὑπερηφανεῖ καὶ ἑαυτὸν διέκρινεν . γέγραπται γάρ · Ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται , σπουδάσωμεν οὖν μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ , ἵνα ὦμεν θεῷ ὑποτασσόμενοι .