1 Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε , ἔστιν γὰρ ἐν αὐτοῖς ἐλπὶς μετανοίας , ἵνα θεοῦ τύχωσιν . ἐπιτρέψατε οὖν αὐτοῖς κἂν ἐκ τῶν ἔργων ὑμῖν μαθητευθῆναι . 2 πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς πραεῖς , πρὸς τὰς μεγαλορημοσύνας αὐτῶν ὑμεῖς ταπεινόφρονες , πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς προσευχάς , πρὸς τὴν πλάνην αὐτῶν ὑμεῖς ἑδραῖοι τῇ πίστει , πρὸς τὸ ἄγριον αὐτῶν ὑμεῖς ἥμεροι , μὴ σπουδάζοντες ἀντιμιμήσασθαι αὐτούς . 3 ἀδελφοὶ αὐτῶν εὑρεθῶμεν τῇ ἐπιεικείᾳ · μιμηταὶ δὲ τοῦ κυρίου σπουδάζωμεν εἶναι , τίς πλέον ἀδικηθῇ , τίς ἀποστερηθῇ , τίς ἀθετηθῇ · ἵνα μὴ τοῦ διαβόλου βοτάνη τις εὑρεθῇ ἐν ὑμῖν , ἀλλ᾿ ἐν πάσῃ ἁγνείᾳ καὶ σωφροσύνῃ μένητε ἐν Ἰησοῦ Χριστῷ σαρκικῶς καὶ πνευματικῶς .