1 Διὰ τοῦτο μύρον ἔλαβεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὁ κύριος , ἵνα πνέῃ τῇ ἐκκλησίᾳ ἀφθαρσίαν . μὴ ἀλείφεσθε δυσωδίαν τῆς διδασκαλίας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου , μὴ αἰχμαλωτίσῃ ὑμᾶς ἐκ τοῦ προκειμένου ζῆν . 2 διὰ τί δὲ οὐ πάντες φρόνιμοι γινόμεθα λαβόντες θεοῦ γνῶσιν , ὅ ἐστιν Ἰησοῦς Χριστός ; τί μωρῶς ἀπολλύμεθα , ἀγνοοῦντες τὸ χάρισμα , ὃ πέπομφεν ἀληθῶς ὁ κύριος ;