1 Ὧν οὐδὲν λανθάνει ὑμᾶς , ἐὰν τελείως εἰς Ἰησοῦn Χριστὸν ἔχητε τὴν πίστιν καὶ τήν ἀγάπην , ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος · ἀρχὴ μὲν πίστις , τέλος δὲ ἀγάπη . τὰ δὲ δύο ἐν ἑνότητι γενόμενα θεός ἐστιν , τὰ δὲ ἄλλα πάντα εἰς καλοκἀγαθίαν ἀκόλουθά ἐστιν . 2 οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἁμαρτάνει , οὐδὲ ἀγάπην κεκτημένος μισεῖ . φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ . οὕτως οἱ ἐπαγγελλόμενοι χριστοῦ εἶναι δι᾿ ὧν πράσσουσιν ὀφθήσονται . οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον , ἀλλ᾿ ἐν δυνάμει πίστεως ἐάν τις εὑρεθῇ εἰς τέλος .