1 Περίψημα τὸ ἐμὸν πνεῦμα τοῦ σταυροῦ , ὅ ἐστιν σκάνδαλον τοῖς ἀπιστοῦσιν , ἡμῖν δὲ σωτηρία καὶ ζωὴ αἰώνιος . ποῦ σοφός ; ποῦ συζητητής ; ποῦ καύχησις τῶν λεγομένων συνετῶν ; 2 ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ᾿ οἰκονομίαν θεοῦ ἐκ σπέρματος μὲν Δαυείδ , πνεύματος δὲ ἁγίου · ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη , ἵνα τῷ πάθει τὸ ὕδωρ καθαρίσῃ .