1 Μὴ πλανᾶσθε , ἀδελφοί μου · οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν . 2 εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πράσσοντες ἀπέθανον , πόσῳ μᾶλλον , ἐὰν πίστιν θεοῦ ἐν κακῇ διδασκαλίᾳ φθείρῃ , ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη ; ὁ τοιοῦτος ῥυπαρὸς γενόμενος , εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει , ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ .