1 Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον , πλειόνως αὐτὸν φοβείσθω · πάντα γάρ , ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν , οὕτως δεῖ ἡμᾶς αὐτὸν δέχεχθαι , ὡς αὐτὸν τὸν πέμψαντα . τὸν οὖν ἐπίσκοπον δῆλον ὅτι ὡς αὐτὸν κύριον δεῖ προσβλέπειν . 2 αὐτὸς μὲν οὖν Ὀνήσιμος ὑπερεπαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν , ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ · ἀλλ᾿ οὐδὲ ἀκούετέ τινος πλέον , ἢ περὶ Ἰησοῦ χριστοῦ λαλοῦντος ἐν ἀληθείᾳ .