Car Repair Manuals

Irenaeus
The Martyrdom of Polycarp

μαρτυριον του αγιου πολυκαρπου επισκοπου σμυρνης

Chapter 2

1  Μακάρια μὲν οὖν καὶ γενναῖα τὰ μαρτύρια πάντα τὰ κατὰ τὸ θέλημα τοῦ θεοῦ γεγονότα . δεῖ γὰρ εὐλαβεστέρους ἡμᾶς ὑπάρχοντας τῷ θεῷ τὴν κατὰ πάντων ἐξουσίαν ἀνατιθέναι . 2  τὸ γὰρ γενναῖον αὐτῶν καὶ ὑπομονητικὸν καὶ φιλοδέσποτον τίς οὐκ ἄν θαυμάσειεν ; οἳ μάστιξιν μὲν καταξανθέντες , ὥστε μέχρι τῶν ἔσω φλεβῶν καὶ ἀρτηριῶν τὴν τῆς σαρκὸς οἰκονομίαν θεωρεῖσθαι , ὑπέμειναν , ὡς καὶ τοὺς περιεστῶτας ἐλεεῖν καὶ ὀδύρεσθαι · τοὺς δὲ καὶ εἰς τοσοῦτον γενναιότητος ἐλθεῖν , ὥστε μήτε γρύξαι μήτε στενάξαι τινὰ αὐτῶν , ἐπιδεικνυμένους ἅπασιν ἡμῖν , ὅτι ἐκείνῃ τῇ ὥρᾳ βασανιζόμενοι τῆς σαρκὸς ἀπεδήμουν οἱ γενναιότατοι μάρτυρες τοῦ χριστοῦ , μᾶλλον δέ , ὅτι παρεστὼς κύριος ὡμίλει αὐτοῖς . 3  καὶ προσέχοντες τῇ τοῦ χριστοῦ χάριτι τῶν κοσμικῶν κατεφρόνουν βασάνων , διὰ μιᾶς ὥρας τὴν αἰώνιον ζωὴν ἐξαγοραζόμενοι . καὶ τὸ πῦρ ἦν αὐτοῖς ψυχρὸν τὸ τῶν ἀπανθρώπων βασανιστῶν . πρὸ ὀφθαλμῶν γὰρ εἶχον φυγεῖν τὸ αἰώνιον καὶ μηδέποτε σβεννύμενον , καὶ τοῖς τῆς καρδίας ὀφθαλμοῖς ἀνέβλεπον τὰ τηρούμενα τοῖς ὑπομείνασιν ἀγαθά , οὔτε οὖς ἤκουσεν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη , ἐκείνοις δὲ ὑπεδείκνυτο ὑπὸ τοῦ κυρίου , οἵπερ μηκέτι ἄνθρωποι , ἀλλ᾿ ἤδη ἄγγελοι ἦσαν . 4  ὁμοίως δὲ καὶ οἱ εἰς τὰ θηρία κατακριθέντες ὑπέμειναν δεινὰς κολάσεις , κήρυκας ὑποστρωννύμενοι καὶ ἄλλαις ποικίλων βασάνων ἰδέαις κολαζόμενοι , ἵνα , εἰ δυνηθείη , τύραννος διὰ τῆς ἐπιμόνου κολάσεως εἰς ἄρνησιν αὐτοὺς τρέψῃ . πολλὰ γὰρ ἐμηχανᾶτο κατ᾿ αὐτῶν διάβολος .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era