1 Ταῦτα δὲ καὶ ἕτερα πλείονα λέγων θάρσους καὶ χαρᾶς ἐνεπίμπλατο , καὶ τὸ πρόσωπον αὐτοῦ χάριτος ἐπληροῦντο , ὥστε οὐ μόνον μὴ συμπεσεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτόν , ἀλλὰ τοὐναντίον τὸν ἀνθύπατον ἐκστῆναι , πέμψαι τε τὸν ἑαυτοῦ κήρυκα ἐν μέσῳ τοῦ σταδίου κηρῦξαι τρίς · Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι . 2 τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος , ἅπαν τὸ πλῆθος ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρναν κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φωνῇ ἐπεβόα · Οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος , ὁ πατὴρ τῶν Χριστιανῶν , ὁ τῶν ἡμετέρων θεῶν καθαιρέτης , ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυνεῖν . ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν Ἀσιάρχην Φίλιππον , ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέοντα . ὁ δὲ ἔφη , μὴ εἶναι ἐξὸν αὐτῷ , ἐπειδὴ πεπληρώκει τὰ κυνηγέσια . 3 τότε ἔδοξεν αὐτοῖς ὁμοθυμαδὸν ἐπιβοῆσαι , ὥστε τὸν Πολύκαρπον ζῶντα κατακαῦσαι . ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι , ὅτε ἰδὼν αὐτὸ καιόμενον προσευχόμενος εἶπεν ἐπιστραφεὶς τοῖς σὺν αὐτῷ πιστοῖς προφητικῶς · Δεῖ με ζῶντα καῆναι .