1 Ἀλλὰ χάρις τῷ θεῷ · κατὰ πάντων γὰρ οὐκ ἴσχυσεν . ὁ γὰρ γενναιότατος Γερμανικὸς ἐπερρώννυεν αὐτῶν τὴν δειλίαν διὰ τῆς ἐν αὐτῷ ὑπομονῆς · ὃς καὶ ἐπισήμως ἐθηριομάχησεν . βουλομένου γὰρ τοῦ ἀνθυπάτου πείθειν αὐτὸν καὶ λέγοντος , τὴν ἡλικίαν αὐτοῦ κατοικτεῖραι , ἑαυτῷ ἐπεσπάσατο τὸ θηρίον προσβιασάμενος , τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλαγῆναι βουλόμενος . 2 ἐκ τούτου οὖν πᾶν τὸ πλῆθος , θαυμάσαν τὴν γενναιότητα τοῦ θεοφιλοῦς καὶ θεοσεβοῦς γένου τῶν Χριστιανῶν , ἐπεβόησεν · Αἶρε τοὺς ἀθέους · ζητείσθω Πολύκαρπος .