Car Repair Manuals

Irenaeus
The Martyrdom of Polycarp

μαρτυριον του αγιου πολυκαρπου επισκοπου σμυρνης

Chapter 7

1  Ἔχοντες οὖν τὸ παιδάριον , τῇ παρασκευῇ περὶ δείπνου ὥραν ἐξῆλθον διωγμῖται καὶ ἱππεῖς μετὰ τῶν συνήθων αὐτοῖς ὅπλων ὡς ἐπὶ λῃστὴν τρέχοντες . καὶ ὀψὲ τῆς ὥρας συνεπελθόντες ἐκεῖνον μὲν εὗρον ἐν ὑπερῴῳ κατακείμενον · κἀκεῖθεν δὲ ἠδύνατο εἰς ἕτερον χωρίον ἀπελθεῖν , ἀλλ᾿ οὐκ ἠβουλήθη εἰπών · Τὸ θέλημα τοῦ θεοῦ γενέσθω . 2  ἀκούσας οὖν παρόντας αὐτούς , καταβὰς διελέχθη αὐτοῖς , θαυμαζόντων τῶν παρόντων τὴν ἡλικίαν αὐτοῦ καὶ τὸ εὐσταθές , καὶ εἰ τοσαύτη σπουδὴ ἦν τοῦ συλληφθῆναι τοιοῦτον πρεσβύτην ἄνδρα . εὐθέως οὖν αὐτοῖς ἐκέλευσεν παρατεθῆναι φαγεῖν καὶ πιεῖν ἐν ἐκείνῃ τῇ ὥρα , ὅσον ἄν βούλωνται , ἐξῃτήσατο δὲ αὐτούς , ἵνα δῶσιν αὐτῷ ὥραν πρὸς τὸ προσεύξασθαι ἀδεῶς . 3  τῶν δὲ ἐπιτρεψάντων , σταθεὶς προσηύξατο πλήρης ὢν τῆς χάριτος τοῦ θεοῦ οὕτως ὥστε ἐπὶ δύο ὥρας μὴ δύνασθαι σιγῆσαι καὶ ἐκπλήττεσθαι τοὺς ἀκούοντας , πολλούς τε μετανοεῖν ἐπὶ τῷ ἐληλυθέναι ἐπὶ τοιοῦτον θεοπρεπῆ πρεσβύτην .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era