1 Πέρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον αὐτοῦ τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι ἐκέλευσαν προσελθόντα αὐτῷ κομφέκτορα παραβῦσαι ξιφίδιον . καὶ τοῦτο ποιήσαντος , ἐξῆλθεν περιστερὰ καὶ πλῆθος αἵματος , ὥστε κατασβέσαι τὸ πῦρ καὶ θαυμάσαι πάντα τὸν ὄχλον , εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ τῶν ἐκλεκτῶν · 2 ὧν εἷς καὶ οὗτος γεγόνει ὁ θαυμασιώτατος μάρτυς Πολύκαρπος , ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις διδάσκαλος ἀποστολικὸς καὶ προφητικὸς γενόμενος , ἐπίσκοπος τῆς ἐν Σμύρνῃ καθολικῆς ἐκκλησίας . πᾶν γὰρ ῥῆμα , ὃ ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ , καὶ ἐτελειώθη καὶ τελειωθήσεται .