Car Repair Manuals

Irenaeus
The Martyrdom of Polycarp

μαρτυριον του αγιου πολυκαρπου επισκοπου σμυρνης

Chapter 17

1  δὲ ἀντίζηλος καὶ βάσκανος καὶ πονηρός , ἀντικείμενος τῷ γένει τῶν δικαίων , ἰδὼν τό τε μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ᾿ ἀρχῆς ἀνεπίληπτον πολιτείαν , ἐστεφανωμένον τε τὸν τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρητον ἀπενηνεγμένον , ἐπετήδευσεν , ὡς μηδὲ τὸ σωμάτιον αὐτοῦ ὑφ᾿ ἡμῶν ληφθῆναι , καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι καί κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ . 2  ὑπέβαλεν γοῦν Νικήτην τὸν τοῦ Ἡρώδου πατέρα , ἀδελφὸν δὲ Ἄλκης , ἐντυχεῖν τῷ ἄρχοντι , ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα · μή , φησίν , ἀφέντες τὸν ἐσταυρωμένον τοῦτον ἄρξωνται σέβεσθαι . καὶ ταῦτα εἶπον ὑποβαλλόντων καὶ ἐνισχυόντων τῶν Ἰουδαίων , οἳ καὶ ἐτήρησαν , μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν · ἀγνοοῦντες , ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν δυνησόμεθα , τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα ἄμωμον ὑπὲρ ἁμαρτωλῶν , οὔτε ἕτερόν τινα σέβεσθαι . 3  τοῦτον μὲν γὰρ υἱὸν ὄντα τοῦ θεοῦ προσκυνοῦμεν , τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον · ὧν γένοιτο καὶ ἡμᾶς κοινωνούς τε καὶ συμμαθητὰς γενέσθαι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era