Ἰγνάτιος , ὁ καὶ Θεοφόρος , ἠγαπημένῃ θεῷ , πατρὶ Ἰησοῦ χριστοῦ , ἐκκλησίᾳ ἁγίᾳ τῇ οὔσῃ ἐν Τράλλεσιν τῆς Ἀσίας , ἐκλεκτῇ καὶ ἀξιοθέῳ , εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι τῷ πάθει Ἰησοῦ χριστοῦ , τῆς ἐλπίδος ἡμῶν ἐν τῇ εἰς αὐτὸν ἀναστάσει · ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν .
Chapter 1
1 Ἄμωμον διάνοιαν καὶ ἀδιάκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας , οὐ κατὰ χρῆσιν ἀλλὰ κατὰ φύσιν , καθὼς ἐδήλωσέν μοι Πολύβιος , ὁ ἐπίσκοπος ὑμῶν , ὃς παρεγένετο θελήματι θεοῦ καὶ Ἰησοῦ χριστοῦ ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ , ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρεῖσθαι . 2 ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν εὔνοιαν δι᾿ αὐτοῦ ἐδόξασα , εὑρὼν ὑμᾶς , ὡς ἔγνων , μιμητὰς ὄντας θεοῦ .