1 Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων . μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας , ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι , ὢν ἔσχατος ἐκείνων . 2 ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ , ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ , ὁμοίως καὶ τῷ πρεσβυτερίῳ . καὶ οἱ κατ᾿ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ . 3 ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν , ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω . ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι · ἀλλὰ πιστὸς ὁ πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν , ἐν ᾧ εὑρεθείητε ἄμωμοι .