1 Φυλάττεσθε οὖν τοὺς τοιούτους . τοῦτο δὲ ἔσται ὑμῖν μὴ φυσιουμένοις καὶ οὖσιν ἀχωρίστοις θεοῦ Ἰησοῦ χριστοῦ καί τοῦ ἐπισκόπου καὶ τῶν διαταγμάτων τῶν ἀποστόλων . 2 ὁ ἐντὸς θυσιαστηρίου ὢν καθαρός ἐστιν · ὁ δὲ ἐκτὸς θυσιαστηρίου ὢν οὐ καθαρός ἐστιν · τοῦτ᾿ ἔστιν , ὁ χωρὶς ἐπισκόπου καὶ πρεσβυτερίου καὶ διακόνων πράσσων τι , οὗτος οὐ καθαρός ἐστιν τῇ συνειδήσει .