1 Οὐκ ἐπεὶ ἔγνων τοιοῦτόν τι ἐν ὑμῖν , ἀλλὰ προφυλάσσω ὑμᾶς ὄντας μου ἀγαπητούς , προορῶν τὰς ἐνέδρας τοῦ διαβόλου . ὑμεῖς οὖν τὴν πραϋπάθειαν ἀναλαβόντες ἀνακτήσασθε ἑαυτοὺς ἐν πίστει ὅ ἐστιν σὰρξ τοῦ κυρίου , καὶ ἐν ἀγάπῃ , ὅ ἐστιν αἷμα Ἰησοῦ χριστοῦ . 2 μηδεὶς ὑμῶν κατὰ τοῦ πλησίον ἐχέτω . μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν , ἵνα μὴ δι᾿ ὀλίγους ἄφρονας τὸ ἐν θεῷ 1 πλῆθος βλασφημῆται . Οὐαὶ γάρ , δι᾿ οὗ ἐπὶ ματαιότητι τὸ ὄνομά μου ἐπί τινων βλασφημεῖται .