1 Πρῶτον πάντων πίστευσον , ὅτι εἷς ἐστὶν ὁ θεός , ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα καὶ πάντα χωρῶν , μόνος δὲ ἀχώρητος ὤν . 2 πίστευσον οὖν αὐτῷ καὶ φοβήθητι αὐτόν , φοβηθεὶς δὲ ἐγκράτευσαι . ταῦτα φύλασσε , καὶ ἀποβαλεῖς πᾶσαν πονηρίαν ἀπὸ σεαυτοῦ καὶ ἐνδύσῃ πᾶσαν ἀρετὴν δικαιοσύνης καὶ ζήσῃ τῷ θεῷ , ἐὰν φυλάξῃς τὴν ἐντολὴν ταύτην .