1 Ἔτι φημί , κύριε , προσθήσω τοῦ ἐπερωτῆσαι . Λέγε , φησίν . Ἤκουσα , φημί , κύριε παρά τινων διδασκάλων , ὅτι ἑτέρα μετάνοια οὐκ ἔστιν εἰ μὴ ἐκείνη , ὅτε εἰς ὕδωρ κατέβημεν καὶ ἐλάβομεν ἄφεσιν ἁμαρτιῶν ἡμῶν τῶν προτέρων . 2 λέγει μοι · Καλῶς ἤκουσας · οὕτω γὰρ ἔχει . ἔδει γὰρ τὸν εἰληφότα ἄφεσιν ἁμαρτιῶν μηκέτι ἁμαρτάνειν , ἀλλ᾿ ἐν ἁγνείᾳ κατοικεῖν . 3 ἐπεὶ δὲ πάντα ἐξακριβάζῃ , καὶ τοῦτό σοὶ δηλώσω , μὴ διδοὺς ἀφορμὴν τοῖς μέλλουσι πιστεύειν ἢ τοῖς νῦν πιστεύσασιν εἰς τὸν κύριον . οἱ γὰρ νῦν πιστεύσαντες ἢ μέλλοντες πιστεύειν μετάνοιαν ἁμαρτιῶν οὐκ ἔχουσιν , ἄφεσιν δὲ ἔχουσι τῶν προτέρων ἁμαρτιῶν αὐτῶν . 4 τοῖς οὖν κληθεῖσι πρὸ τούτων τῶν ἡμερῶν ἔθηκεν ὁ κύριος μετάμοιαν · καρδιογνώστης γὰρ ὢν ὁ κύριος καὶ πάντα προγινώσκων ἔγνω τὴν ἀσθένειαν τῶν ἀνθρώπων καὶ τὴν πολυπλοκίαν τοῦ διαβόλου , ὅτι ποιήσει τι κακὸν τοῖς δούλοις τοῦ θεοῦ καὶ πονηρευσεται εἰς αὐτούς . 5 πολυεύσπλαγχνος οὖν ὢν ὁ κύριος ἐσπλαγχνίσθη ἐπὶ τὴν ποίησιν αὐτοῦ καὶ ἔθηκεν τὴν μετάνοιαν ταύτην , καὶ ἐμοὶ ἡ ἐξουσία τῆς μετανοίας ταύτης ἐδόθη . 6 ἀλλὰ ἐγὼ σοὶ λέγω , φησί · μετὰ τὴν κλῆσιν ἐκείνην τὴν μεγάλην καὶ σεμνὴν ἐὰν τις ἐκπειρασθεὶς ὑπὸ τοῦ διαβόλου ἁμαρτήσῃ , μίαν μετάνοιαν ἔχει · ἐὰν δὲ ὑπὸ χεῖρα ἁμαρτάνῃ καὶ μετανοήσῃ , ἀσύμφορόν ἐστι τῷ ἀνθρώπῳ τῷ τοιούτῳ · δυσκόλως γὰρ ζήσεται . 7 λέγω αὐτῷ · Ἐζωοποιήθην ταῦτα παρὰ σοῦ ἀκούσας οὕτως ἀκριβῶς · οἶδα γὰρ ὅτι , ἐὰν μηκέτι προσθήσω ταῖς ἁμαρτίαις μου , σωθήσομαι . Σωθήσῃ , φησίν , καὶ πάντες , ὅσοι ἐὰν ταῦτα ποιήσωσιν .