1 Πάλιν μοι λέγει · Ἀλήθειαν ἀγάπα , καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκορευέσθω , ἵνα τὸ πνεῦμα ὃ ὁ θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ , ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις , καὶ οὕτως δοξασθήσεται ὁ κύριος ὁ ἐν σοὶ κατοκῶν , ὅτι ὁ κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι καὶ οὐδὲν παρ᾿ αὐτῷ ψεῦδος . 2 οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται ἀποστερηταὶ τοῦ κυρίου , μὴ παραδιδόντες αὐτῷ τὴν παρακαταθήκην , ἣν ἔλαβον . ἔλαβον γὰρ παρ᾿ αὐτοῦ πνεῦμα ἄψευστον . τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν , ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί . 3 ταῦτα οὖν ἀκούσας ἐγὼ ἔλαυσα λίαν . ἰδὼν δέ με κλαίοντα λέγει · Τί κλαίεις ; Ὅτι , φημί , κύριε , οὐκ οἶδα , εἰ δύναμαι σωθῆναι . Διατί ; φησίν . Οὐδέπω γάρ , φημί , κύριε , ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥήμα , ἀλλὰ πάντοτε πανούργως ἐλάλησα μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις · καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν , ἀλλ᾿ ἐπιστεύθη τῷ λόγῳ μου . πῶς οὖν , φημί , κύριε , δύναμαι ζῆσαι ταῦτα πράξας ; 4 Σὺ μέν , φησί , καλῶς καὶ ἀληθῶς φρονεῖς · ἔδει γάρ σὲ ὡς θεοῦ δοῦλον ἐν ἀληθείᾳ πορπορεύεσθαι , καὶ πονηρὰν συνείδησιν μετὰ τοῦ πνεύματος τῆς ἀληθείας μὴ κατοικεῖν μηδὲ λύπην ἐπάγειν τῷ πνεύματι τῷ σεμνῷ καὶ ἀληθεῖ . Οὐδέποτε , φημί , κύριε , τοιαῦτα ῥήματα ἀκριβῶς ἤκουσα . 5 Νῦν οὖν , φησίν , ἀκούεις · φύλασσε αὐτά , ἵνα καὶ τὰ πρότερον ἃ ἐλάλησας ψευδῆ ἐν ταῖς πραγματείαις σου , τούτων εὑρεθέντων ἀληθινῶν , κἀκεῖνα πιστὰ γένηται · δύναται γὰρ κἀκεῖνα πιστὰ γενέσθαι . ἐὰν ταῦτα φυλάξῃς καὶ ἀπὸ τοῦ νῦν πᾶσαν ἀλήθειαν λαλήσῃς , δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι · καὶ ὃς ἄν ἀκούσῃ τὴν ἐντολὴν ταύτην καὶ ἀπέχηται τοῦ πονηροτάτου ψεύσματος ζήσεται τῷ θεῷ .