1 Ἐγὼ δὲ ὑμῖν λέγω , ὁ ἄγγελος τῆς μετανοίας · μὴ φοβήθητε τὸν διάβολον . ἀπεστάλην γάρ , φησί , μεθ᾿ ὑμῶν εἶναι τῶν μετανοούντων ἐξ ὅλης καρδίας αὐτῶν καὶ ἰσχυροποιῆσαι αὐτοὺς ἐν τῇ πίστει . 2 πιστεύσατε οὖν τῷ θεῷ ὑμεῖς οἱ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπεγνωκότες τὴν ζωὴν ὑμῶν καὶ προστιθέντες ἁμαρτίαις καὶ καταβαρύνοντες τὴν ζωὴν ὑμῶν , ὅτι , ἐὰν ἐπιστραφῆτε πρὸς τὸν κύριον ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐργάσησθε τὴν δικαιοσύνην , τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς ὑμῶν καὶ δουλεύσητε αὐτῷ ὀρθῶς κατὰ τὸ θέλημα αὐτοῦ , ποιήσει ἴασιν τοῖς προτέροις ὑμῶν ἁμαρτήμασι καὶ ἕξετε δύναμιν τοῦ κατακυριεῦσαι τῶν ἔργων τοῦ διαβόλου . τὴν δὲ ἀπειλὴν τοῦ διαβόλου ὅλως μὴ φοβήθητε · ἄτονος γάρ ἐστιν ὥσπερ νεκροῦ νεῦρα . 3 ἀκούσατε οὖν μου καὶ φοβήθητε τὸν πάντα δυνάμενον , σῶσαι καὶ ἀπολέσαι , καὶ τηρεῖτε τὰς ἐντολὰς ταύτας , καὶ ζήσεσθε τῷ θεῷ . 4 λέγω αὐτῷ · κύριε , νῦν ἐνεδυναμώθην ἐν πᾶσι τοῖς δικαιώμασι τοῦ κυρίου , ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ · καὶ οἶδα , ὅτι συγκόψεις τὴν δύναμιν τοῦ διαβόλου πᾶσαν καὶ ἡμεῖς αὐτοῦ κατακυριεύσομεν καὶ κατισχύσομεν πάντων τῶν ἔργων αὐτοῦ . καὶ ἐλπίζω , κύριε , δύνασθαί με τὰς ἐντολὰς ταύτας , ἃς ἐντεταλσαι , τοῦ κυρίου ἐνδυναμοῦντος φυλάξαι . 5 Φυλάξεις , φησίν , ἐὰν ἡ καρδία σου καθαρὰ γένηται πρὸς κύριον · καὶ πάντες δὲ φυλάξουσιν , ὅσοι ἄν καθαρίσωσιν ἑαυτῶν τὰς καρδίας ἀπὸ τῶν ματαίων ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου , καὶ ζήσονται τῷ θεῷ .