Πολύκαρπος καὶ οἱ σὺν αὐτῷ πρεσβύτεροι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Φιλίππους · ἔλεος ὑμῖν καὶ εἰρήνη παρὰ θεοῦ παντοκράτορος καὶ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν πληθυνθείη .
Chapter 1
1 Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ , δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν , ὡς ἐπέβαλεν ὑμῖν , τοὺς ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς , ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων · 2 καὶ ὅτι ἡ βεβαία τῆς πίστεως ὑμῶν ῥίζα , ἐξ ἀρχαίων καταγγελλομένη χρόνων , μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν , ὃς ὑπέμεινεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἕως θανάτου κατανῆσαι , ὃν ἤγειρεν ὁ θεός , λύσας τὰς ὠδῖνας τοῦ ᾅδου · 3 εἰς ὃν οὐκ ἰδόντες πιστεύετε χαρᾷ ἀνεκλαλήτῳ δεδοξασμένῃ , εἰς ἣν πολλοὶ ἐπιθυμοῦσιν εἰσελθεῖν , εἰδότες , ὅτι χάριτί ἐστε σεσωσμένοι , οὐκ ἐξ ἔργων , ἀλλὰ θελήματι θεοῦ διὰ Ἰησοῦ χριστοῦ .