1 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν δουλεύσατε τῷ θεῷ ἐν φόβῳ καὶ ἀληθείᾳ , ἀπολιπόντες τὴν κενὴν ματαιολογίαν καὶ τὴν τῶν πολλῶν πλάνην , πιστεύσαντες εἰς τὸν ἐγείραντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν καὶ δόντα αὐτῷ δόξαν καὶ θρόνον ἐκ δεξιῶν αὐτοῦ · ᾧ ὑπετάγη τὰ πάντα ἐπουράνια καὶ ἐπίγεια , ᾧ πᾶσα πνοὴ λατρεύει , ὃς ἔρχεται κριτῆς ζώντων καὶ νεκρῶν , οὗ τὸ αἷμα ἐκζητήσει ὁ θεὸς ἀπὸ τῶν ἀπειθούντων αὐτῷ . 2 ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ , ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν , ἀπεχόμενοι πάσης ἀδικίας , πλεονεξίας , φιλαργυρίας , καταλαλιᾶς , ψευδομαρτυρίας · μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθου ἀντὶ γρόνθου ἢ κατάραν ἀντὶ κατάρας · 3 μνημονεύοντες δὲ ὧν εἶπεν ὁ κύριος διδάσκων · Μὴ κρίνετε , ἵνα μὴ κριθῆτε · ἀφίετε , καὶ ἀφεθήσεται ὑμῖν · ἐλεᾶτε , ἵνα ἐλεηθῆτε · ᾧ μέτρῳ μετρεῖτε , ἀντιμετρηθήσεται ὑμῖν · καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης , ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ .