1 Ἀρχὴ δὲ πάντων χαλεπῶν φιλαργυρία . εἰδότες οὖν ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον , ἀλλ᾿ οὐδὲ ἐξενεγκεῖν τι ἔχομεν , ὁπλισώμεθα τοῖς ὅπλοις τῆς δικαιοσύνης καὶ διδάξωμεν ἑαυτοὺς πρῶτον προεύεσθαι ἐν τῇ ἐντολῇ τοῦ κυρίου · 2 ἔπειτα καὶ τὰς γυναῖκας ἡμῶν ἐν τῇ δοθείσῃ αὐταῖς πίστει καὶ ἀγάπῃ καὶ ἁγνείᾳ στεργούσας τοὺς ἑαυτῶν ἄνδρας ἐν πάσῃ ἀληθείᾳ καὶ ἀγαπώσας πάντας ἐξ ἴσου ἐν πάσῃ ἐγκρατείᾳ , καὶ τὰ τέκνα παιδεύειν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ · 3 τὰς χήρας σωφρονούσας περὶ τὴν τοῦ κυρίου πίστιν , ἐντυγχανούσας ἀδιαλείπτως περὶ πάντων , μακρὰν οὔσας πάσης διαβολῆς , καταλαλιᾶς , ψευδομαρτυρίας , φιλαργυρίας καὶ παντὸς κακοῦ , γινωσκούσας ὅτι εἰσὶ θυσιαστήριον θεοῦ καὶ ὅτι πάντα μωμοσκοπεῖται , καὶ λέληθεν αὐτὸν οὐδὲν οὔτε λογισμῶν οὔτε ἐννοιῶν οὔτε τι τῶν κρυπτῶν τῆς καρδίας .