1 Ταῦτα , ἀδελφοί , οὐκ ἐμαυτῷ ἐπτρέψας γράφω ὑμῖν περὶ τῆς δικαιοσύνης , ἀλλ᾿ ἐπεὶ ὑμεῖς προεπεκαλέσασθέ με . 2 οὔτε γὰρ ἐγὼ οὔτε ἄλλος ὅμοιος ἐμοὶ δύναται κατακολουθῆσαι τῇ σοφίᾳ τοῦ μακαρίου καὶ ἐνδόξου Παύλου , ὃς γενόμενος ἐν ὑμῖν κατὰ πρόσωπον τῶν τότε ἀνθρώπων ἐδίδαξεν ἀκριβῶς καὶ βεβαίως τὸν περὶ ἀληθείας λόγον , ὃς καὶ ἀπὼν ὑμῖν ἔγραψεν ἐπιστολάς , εἰς ἃς ἐὰν εγκύπτητε , δυνηθήσεσθε οἰκοδομεῖσθαι εἰς τὴν δοθεῖσαν ὑμῖν πίστιν · 3 ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν , ἐπακολουθούσης τῆς ἐλπίδος , προαγούσης τῆς ἀγάπης τῆς εἰς θεὸν καὶ Χριστὸν καὶ εἰς τὸν πλησίον . ἐὰν γάρ τις τούτων ἐντὸς ᾖ , πεπλήρωκεν ἐντολὴν δικαιοσύνης · ὁ γὰρ ἔχων ἀγάπην μακράν ἐστιν πάσης ἁμαρτίας .