1 Πᾶς γὰρ ὃς ἄν μὴ ὁμολογῇ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι , ἀντίχριστός ἐστιν · καὶ ὃς ἄν μὴ ὁμολογῇ τὸ μαρτύριον τοῦ σταυροῦ , ἐκ τοῦ διαβόλου ἐστίν · καὶ ὃς ἄν μεθοδεύῃ τὰ λόγια τοῦ κυρίου πρὸς τὰς ἰδίας ἐπιθυμίας καὶ λέγῃ μήτε ἀνάστασιν μήτε κρίσιν , οὗτος πρωτότοκός ἐστι τοῦ σατανᾶ . 2 διὸ ἀπολιπόντες τὴν ματαιότητα τῶν πολλῶν καὶ τὰς ψευδοδιδασκαλίας ἐπὶ τὸν ἐξ ἀρχῆς ἡμῖν παραδοθέντα λόγον ἐπιστρέψωμεν , νήφοντες πρὸς τὰς εὐχὰς καὶ προσκαρτεροῦντες νηστείαις , δεήσεσιν αἰτούμενοι τὸν παντεπόπτην θεὸν μὴ εἰσενεγκεῖν ἡμᾶς εἰς πειρασμόν , καθὼς εἶπεν ὁ κύριος · Τὸ μὲν πνεῦμα πρόθυμον , ἡ δὲ σὰρξ ἀσθενής .