1 Ὁ θρέψας με πέπρακέν με Ῥόδῃ τινὶ εἰς Ῥώμην . μετὰ πολλὰ ἔτη ταύτην ἀνεγνωρισάμην καὶ ἠρξάμην αὐτὴν ἀγαπᾶν ὡς ἀδελφήν . 2 μετὰ χρόνον τινὰ λουομένην εἰς τὸν ποταμὸν τὸν Τίβεριν εἶδον καὶ ἐπέδωκα αὐτῇ τὴν χεῖρα καὶ ἐξήγαγον αὐτὴν ἐκ τοῦ ποταμοῦ . ταύτης οὖν ἰδὼν τὸ κάλλος διελογιζόμην ἐν τῇ καρδίᾳ μου λέγων · Μακάριος ἤμην , εἰ τοιαύτην γυναῖκα εἶχον καὶ τῷ κάλλει καὶ τῷ τρόπῳ . μόνον τοῦτο ἐβουλευσάμην , ἕτερον δὲ οὐδὲ ἕν . 3 μετὰ χρόνον τινα πορπορευομένου μου εἰς Κώμας καὶ δοξάζοντος τὰς κτίσεις τοῦ θεοῦ , ὡς μεγάλαι καὶ ἐκπρεπεῖς καὶ δυναταί εἰσιν , περιπατῶν ἀφύπνωσα . καὶ πνεῦμά με ἔλαβεν καὶ ἀπήνεγκέ με δι᾿ ἀνοδίας τινός , δι᾿ ἧς ἄνθρωπος οὐκ ἐδύνατο ὁδεῦσαι · ἦν δὲ ὁ τόπος κρημνώδης καὶ ἀπερρηγὼς ἀπὸ τῶν ὑδάτων . διαβὰς οὖν τὸν ποταμὸν ἐκεῖνον ἦλθον εἰς τὰ ὁμαλὰ καὶ τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ ἐξομολογεῖσθαί μου τὰς ἁμαρτίας . 4 προσευχομένου δέ μου ἠνοίγη ὁ οὐρανός , καὶ βλέπω τὴν γυναῖκα ἐκείνην , ἣν ἐπεθύμησα , ἀσπαζομένην με ἐκ τοῦ οὐρανοῦ , λέγουσαν · Ἑρμᾶ χαῖρε . 5 βλέψας δὲ εἰς αὐτὴν λέγω αὐτῇ · Κυρία , τί σὺ ὧδε ποιεῖς ; ἡ δὲ ἀπεκρίθη μοι · Ἀνελήμφθην , ἵνα σοῦ τὰς ἁμαρτίας ἐλέγχος πρὸς τὸν κύριον . 6 λέγω αὐτῇ · Νῦν σύ μου ἔλεγχος εἶ ; Οὔ , φησίν , ἀλλὰ ἄκουσον τὰ ῥήματα , ἅ σοὶ μέλλω λέγειν . ὁ θεὸς ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν καὶ κτίσας ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα καὶ πληθύνας καὶ αὐξήσας ἕνεκεν τῆς ἁγίας ἐκκλησίας αὐτοῦ ὀργίζεταί σοὶ , ὅτι ἥμαρτες εἰς ἐμέ . 7 ἀποκριθεὶς αὐτῇ λέγω · Εἰς σὲ ἥμαρτον ; ποίῳ τόπῳ ἢ πότε σοὶ αἰσχρὸν ῥῆμα ἐλάλησα ; οὐ πάντοτέ σὲ ὡς θεὰν ἡγησάμην ; οὐ πάντοτέ σὲ ἐνετράπην ὡς ἀδελφήν ; τί μου καταψεύδῃ , ὦ, oh! γύναι , τὰ πονηρὰ ταῦτα καὶ ἀκάθαρτα ; 8 γελάσασά μοι λέγει · Ἐπὶ τὴν καρδίαν σου ἀνέβη ἡ ἐπιθυμία τῆς πονηρίας . ἢ οὐ δοκεῖ σοὶ ἀνδρὶ δικαίῳ πονηρὸν πρᾶγμα εἶναι , ἐὰν ἀναβῇ αὐτοῦ ἐπὶ τὴν καρδίαν ἡ πονηρὰ ἐπιθυμία ; ἁμαρτία γέ ἐστιν , καὶ μεγάλη , φησίν . ὁ γὰρ δίκαιος ἀνὴρ δίκαια βουλεύεται . ἐν τῷ οὖν δίκαια βουλεύεσθαι αὐτὸν κατορθοῦται ἡ δόξα αὐτοῦ ἐν τοῖς οὐρανοῖς καὶ εὐκατάλλακτον ἔχει τὸν κύριον ἐν παντὶ πράγματι αὐτοῦ · οἱ δὲ πονηρὰ βουλευόμενοι ἐν ταῖς καρδίαις αὐτῶν θάνατον καὶ αἰχμαλωτισμὸν ἑαυτοῖς ἐπισπῶνται , μάλιστα οἱ τὸν αἰῶνα τοῦτον περιποιούμενοι καὶ γαυριῶντες ἐν τῷ πλούτῳ αὐτῶν καὶ μὴ ἀντεχόμενοι τῶν ἀγαθῶν τῶν μελλόντων . 9 μετανοήσουσιν αἱ ψυχαὶ αὐτῶν , οἵτινες οὐκ ἔχουσιν ἐλπίδα , ἀλλὰ ἑαυτοὺς ἀπεγνώκασιν καὶ τὴν ζωὴν αὐτῶν . ἀλλὰ σὺ προσεύχου πρὸς τὸν θεόν , καὶ ἰάσεται τὰ ἁμαρτήματά σου καὶ ὅλου τοῦ οἴκου σου καὶ πάντων τῶν ἁγίων .