Car Repair Manuals

Vision 1 Chapter 2

1  Μετὰ τὸ λαλῆσαι αὐτὴν τὰ ῥήματα ταῦτα ἐκλείσθησαν οἱ οὐρανοί · κἀγὼ ὅλος ἤμην πεφρικὼς καὶ λυπούμενος . ἔλεγον δὲ ἐν ἐμαυτῷ · Εἰ αὕτη μοι ἁμαρτία ἀναγράφεται , πῶς δυνήσομαι σωθῆναι ; πῶς ἐξιλάσομαι τὸν θεὸν περὶ τῶν ἁμαρτιῶν μου τῶν τελείων ; ποίοις ῥήμασιν ἐρωτήσω τὸν κύριον , ἵνα ἱλατεύσηταί μοι ; 2  ταῦτά μου συμβουλευομένου καὶ διακρίνοντος ἐν τῇ κάρδίᾳ μου , βλέπω κατέναντί μου καθέδραν λευκὴν ἐξ ἐρίων χιονίνων γεγονυῖαν μεγάλην · καὶ ἦλθεν γυνὴ πρεσβῦτις ἐν ἱματισμῷ λαμπροτάτῳ , ἔχουσα βιβλίον εἰς τὰς χεῖρας , καὶ ἐκάθισεν μόνη καὶ ἀσπάζεταί με · Ἑρμᾶ , χαῖρε , κἀγὼ λυπούμενος καὶ κλαίων εἶπον · Κυρία , χαῖρε . 3  καὶ εἶπέν μοι · Τί στυγνός , Ἑρμᾶ ; μακρόθυμος καὶ ἀστομάχητος , πάντοτε γελῶν τί οὕτω κατηφὴς τῇ ἰδέᾳ καὶ οὐχ ἱλαρός ; κἀγὼ εἶπον αὐτῇ · Ὑπὸ γυναικὸς ἀγαθωτάτης λεγούσης , ὅτι ἥμαρτον εἰς αὐτήν . 4  δὲ ἔφη · Μηδαμῶς ἐπὶ τὸν δοῦλον τοῦ θεοῦ τὸ πρᾶγμα τοῦτο . ἀλλὰ πάντως ἐπὶ τὴν καρδίαν σου ἀνέβη περὶ αὐτῆς . ἔστιν μὲν τοῖς δούλοις τοῦ θεοῦ τοιαύτη βουλὴ ἁμαρτίαν ἐπιφέρουσα · πονηρὰ γὰρ βουλὴ καὶ ἔκπληκτος εἰς πάνσεμνον πνεῦμα καὶ ἤδη δεδοκιμασμένον , ἐὰν ἐπιθυμήσῃ πονηρὸν ἔργον , καὶ μάλιστα Ἑρμᾶς ἐγκρατής , ἀπεχόμενος πάσης ἐπιθυμίας πονηρᾶς καὶ πλήρης πάσης ἁπλότητος καὶ ἀκακίας μεγάλης .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era