1 Ἐνετειλάμην σοὶ , φησίν , ἐν τῇ πρώτῃ ἐντολῇ , ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν . Ναί , φημί , κύριε . Ἀλλὰ νῦν θέλω σοὶ , φησίν , δηλῶσαι καὶ τὰς δυνάμεις αὐτῶν , ἵνα νοήσῃς τίς αὐτῶν τίνα δύναμιν ἔχει καὶ ἐνέργειαν · διπλαῖ γάρ εἰσιν αἱ ἐνέργειαι αὐτῶν · κεῖνται οὖν ἐπὶ δικαίῳ καὶ ἀδίκῳ · 2 σὺ οὖν πίστευε τῷ δικαίῳ , τῷ δὲ ἀδίκῳ μὴ πιστεύσῃς · τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει , τὸ δὲ ἄδικον στρεβλήν . ἀλλὰ σὺ τῇ ὀρθῇ ὁδῷ πορεύου καὶ ὁμαλῇ , τὴν δὲ στρεβλὴν ἔασον . 3 ἡ γὰρ στρεβλὴ ὁδὸς τρίβους οὐκ ἔχει , ἀλλ᾿ ἀνοδίας καὶ προσκόμματα πολλὰ καὶ τραχεῖά ἐστι καὶ ἀκανθώδης . βλαβερὰ οὖν ἐστι τοῖς ἐν αὐτῇ πορπορευομένοις . 4 οἱ δὲ τῇ ὀρθῇ ὁδῷ πορπορευόμενοι ὁμαλῶς περιπατοῦσι καὶ ἀπροσκόπως · οὔτε γὰρ τραχεῖά ἐστιν οὔτε ἀκανθώδης . βλέπεις οὖν ὅτι συμφορώτερόν ἐστι ταύτῃ τῇ ὁδῷ πορπορεύεσθαι . 5 Ἀρέσκει μοι , φημί , κύριε , ταύτῃ τῇ ὁδῷ πορεύεσθαι . Πορεύσῃ , φησί , καὶ ὃς ἄν ἐξ ὅλης καρδίας ἐπιστρέψῃ πρὸς κύριον , πορπορεύσεται ἐν αὐτῇ .