Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 9

1  Λέγει μοι · Ἆρον ἀπὸ σεαυτοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ θεοῦ , λέγων ἐν σεαυτῷ ὅτι πῶς δύναμαι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν , ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν ; 2  μὴ διαλογίζου ταῦτα , ἀλλ᾿ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν κύριον καὶ αἰτοῦ παρ᾿ αὐτοῦ ἀδιστάκτως , καὶ γνώσῃ τὴν πολλὴν εὐσπλαγχνίαν αὐτοῦ , ὅτι οὐ μή σὲ ἐγκαταλίπῃ , ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει . 3  οὐκ ἔστι γὰρ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες , ἀλλ᾿ αὐτὸς ἀμνησίκακός ἐστι καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ . 4  σὺ οὖν καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου καὶ τῶν προειρημένων σοὶ ῥημάτων καὶ αἰτοῦ παρὰ τοῦ κυρίου , καὶ ἀπολήψῃ πάντα καὶ ἀπὸ πάντων τῶν αἰτημάτων σου ἀνυστέρητος ἔσῃ , ἐὰν ἀδιστάκτως αἰτήσῃς παρὰ τοῦ κυρίου . 5  ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου , οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου . οἱ γὰρ διστάζοντες εἰς τὸν θεόν , οὗτοί εἰσιν οἱ δίψυχοι καὶ οὐδὲν ὅλως ἐπιτυγχάνουσι τῶν αἰτημάτων αὐτῶν . 6  οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν κύριον καὶ λαμβάνουσιν , ὅτι ἀδιστάκτως αἰτοῦνται , ἐταπεινοφρονεῖτε διψυχοῦντες . πᾶς γὰρ δίψυχος ἀνήρ , ἐὰν μὴ μετανοήσῃ , δυσκόλως σωθήσεται . 7  καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας , ἔνδυσαι δὲ τὴν πίστιν , ὅτι ἰσχυρά ἐστι , καὶ πίστευε τῷ θεῷ , ὅτι πάντα τὰ αἰτήματά σου αἰτεῖς λήψῃ , καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι βραδύτερον λαμβάνῃς , μὴ διψυχήσῃς , ὅτι ταχὺ οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου · πάντως γὰρ διὰ πειρασμόν τινα παράπτωμά τι , σὺ ἀγνοεῖς , βραδύτερον λαμβάνεις τὸ αἴτημά σου . 8  σὺ οὖν μὴ διαλίπῃς αἰτούμενος τὸ αἴτημα τῆς ψυχῆς σου , καὶ λήψῃ αὐτό . ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος , σεαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδόντα σοὶ . 9  βλέπε τὴν διψυχίαν ταύτην · πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως καί γε λίαν πιστοὺς καὶ ἰχυρούς . καὶ γὰρ αὕτη διψυχία θυγάτηρ ἐστὶ τοῦ διαβόλου καὶ λίαν πονηρεύεται εἰς τοὺς δούλους τοῦ θεοῦ . 10  καταφρόνησον οὖν τῆς διψυχίας καὶ κατακυρίευσον αὐτῆς ἐν παντὶ πράγματι , ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν · γὰρ πίστις πάντα ἐπαγγέλλεται , πάντα τελειοῖ , δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτῇ πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῇς ὧν πράσσει . 11  βλέπεις οὖν , φησίν , ὅτι πίστις ἄνωθέν ἐστι παρὰ τοῦ κυρίου καὶ ἔχει δύναμιν μεγάλην · δὲ διψυσία ἐπίγειον πνεῦμά ἐστι παρὰ τοῦ διαβόλου , δύναμιν μὴ ἔχουσα . 12  σὺ οὖν δούλευε τῇ ἐχούσῃ δύναμιν τῇ πίστει καὶ ἀπὸ τῆς διψυχίας ἀπόσχου τῆς μὴ ἐχούσης δύναμιν , καὶ ζήσῃ τῷ θεῷ , καὶ πάντες ζήσονται τῷ θεῷ οἱ ταῦτα φρονοῦντες .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era