Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 12.3

1  Ἤθελον , φημί , κύριε , γνῶναι , ποίοις τρόποις με δεῖ δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ . Ἄκουε , φησίν · ἔργασαι δικαιοσύνην καὶ ἀρετήν , ἀλήθειαν καὶ φόβον κυρίου , πίστιν καὶ πραόρητα καὶ ὅσα τούτοις ὅμοιά ἐστιν ἀγαθά . ταῦτα ἐργαζομενος εὐάρεστος ἔσῃ δοῦλος τοῦ θεοῦ καὶ ζήσῃ αὐτῷ · καὶ πᾶς , ὃς ἄν δουλεύσῃ τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ , ζήσεται τῷ θεῷ .

2  συντελέσεν οὖν τὰς ἐντολὰς τὰς δώδεκα καὶ λέγει μοι · Ἔχεις τὰς ἐντολὰς ταύτας · πορεύου ἐν αὐταῖς καὶ τοὺς ἀκούοντας παρακάλει , ἵνα μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν . 3  τὴν διακονίαν ταύτην , ἥν σοὶ δίδωμι , ἐκτέλει ἐπιμελῶς , καὶ πολὺ ἐργάσῃ · εὑήσεις γὰρ χάριν ἐν τοῖς μέλλουσι μετανοεῖν , καὶ πεισθήσονταί σου τοῖς ῥήμασιν · ἐγὼ γὰρ μετὰ σοῦ ἔσομαι καὶ ἀναγκάσω αὐτοὺς πεισθῆναί σοὶ . 4  Λέγω αὐτῷ · κύριε , αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ ἔνδοξοί εἰσι καὶ δυνάμεναι εὐφρᾶναι καρδίαν ἀνθρώπου τοῦ δυναμένου τηρῆσαι αὐτάς . οὐκ οἶδα δέ , εἰ δύνανται αἱ ἐντολαὶ αὗται ὑπὸ ἀνθρώπου φυλαχθῆναι , διότι σκληραί εἰσι λίαν . 5  ἀποκριθεὶς λέγει μοι · Ἐὰν σὺ σεαυτῷ προθῃς , ὅτι δύνανται φυλαχθῆναι , εὐκολως αὐτὰς φυλάξεις καὶ οὐκ ἔσονται σκληραί · ἐὰν δὲ ἐπὶ τὴν καρδίαν σου ἤδη ἀναβῇ μὴ δύνασθαι , αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι , οὐ φυλάξεις αὐτάς . 6  νῦν δέ σοὶ λέγω · ἐὰν ταύτας μὴ φυλάξῃς , ἀλλὰ παρενθυμηθῇς , οὐχ ἔξεις σωτηρίαν οὔτε τὰ τέκνα σου οὔτε οἶκός σου . ἐπεὶ ἤδη σεαυτῷ κέκρικας τοῦ μὴ δύνασθαι τὰς ἐντολὰς ταύτας ὑπὸ ἀνθρώπου φυλαχθῆναι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era