Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 12.2

1  Πάντων προέχουσα ἐπιθυμία γυναικὸς ἀλλοτρίας ἀνδρὸς καὶ πολυτελείας πλούτου καὶ ἐδεσμάτων πολλῶν παταίων καὶ μεθυσμάτων καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν · πᾶσα γὰρ τρυρὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ . 2  αὗται οὖν αἱ ἐπιθυμίαι πονηραί εἰσι , θανατοῦσαι τοὺς δούλους τοῦ θεοῦ · αὕτη γὰρ ἐπιθυμία πονηρὰ τοῦ διαβόλου θυγάτηρ ἐστίν . ἀπέχεσθαι οὖν δεῖ ἀπὸ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν , ἵνα ἀποσχόμενοι ζήσητε τῷ θεῷ . 3  ὅσοι δὲ ἄν κατακυριευθῶσιν ὑπ᾿ αὐτῶν καὶ μὴ ἀντίσταθῶσιν αὐταῖς , ἀποθανοῦνται εἰς τέλος · θανατώδεις γάρ εἰσιν αἱ ἐπιθυμίαι αὗται . 4  σὺ δὲ ἔνδυσαι τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης , καὶ καθοπλισάμενος τὸν φόβον τοῦ κυρίου ἀντίστηθι αὐταῖς · γὰρ φόβος τοῦ θεοῦ κατοικεῖ ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ . ἐπιθυμία πονηρὰ ἐὰν ἴδῃ σὲ καθωπλισμένον τῷ φόβῳ τοῦ θεοῦ καὶ ἀνθεστηκότα αὐτῇ , φεύξεται ἀπὸ σου μακρὰν καὶ οὐκέτι σοὶ ὀφθησεται φοβουμένη τὰ ὅπλα σου . 5  σὺ οὖν νικήσας καὶ στεφανωθεὶς κατ᾿ αὐτῆς ἐλθὲ πρὸς τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης , καί παραδοὺς αὐτῇ βούλεται . ἐὰν δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ , δυνήσῃ τῆς ἐπιθυμίας τῆς πονηρᾶς κατακυριεῦσαι καὶ ὑποτάξαι αὐτήν , καθὼς βούλει .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era