Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 1

1  Λέγει μοι · Οἴδατε , φησίν , ὅτι ἐπὶ ξένης κατοικεῖτε ὑμεῖς οἱ δοῦλοι τοῦ θεοῦ · γὰρ πόλις ὑμῶν μακράν ἐστιν ἀπὸ τῆς πόλεως ταύτης · εἰ οὖν οἴδατε , φησί , τὴν πόλιν ὑμῶν , ἐν μέλλετε κατοικεῖν , τί ὧδε ὑμεῖς ἑτοιμάζετε ἀγροὺς καὶ παρατάξεις πολυτελεῖς καὶ οἰκοδομὰς καὶ οἰκήματα μάταια ; 2  ταῦτα οὖν ἑτοιμάζων εἰς ταύτην τὴν πόλιν οὐ δύναται ἐπανακάμψαι εἰς τὴν ἰδίαν πόλιν . 3  ἄφρον καὶ δίψυχε καὶ ταλαίπωρε ἄνθρωπε , οὐ νοεῖς , ὅτι ταῦτα πάντα ἀλλότριά εἰσι καὶ ὑπ᾿ ἐξουσίαν ἑτέρου εἰσίν ; ἐρεῖ γὰρ κύριος τῆς πόλεως ταύτης · Οὐ θέλω σὲ κατοικεῖν εἰς τὴν πόλιν μου , ἀλλ᾿ ἔξελθε ἐκ τῆς πόλεως ταύτης , ὅτι τοῖς νόμοις μου οὐ χρᾶσαι . 4  σὺ οὖν ἔχων ἀγροὺς καὶ οἰκήσεις καὶ ἑτέρας ὑπάρξεις πολλάς , ἐκβαλλόμενος ὑπ᾿ αὐτοῦ τί ποιήσεις σου τὸν ἀγρὸν καὶ τὴν οἰκίαν καὶ τὰ λοιπά , ὅσα ἡτοίμασας σεαυτῷ ; λέγει γάρ σοὶ δικαίως κύριος τῆς χώρας ταύτης · τοῖς νόνοις μου χρῶ ἐκχώρει ἐκ τῆς χώρας μου . 5  σὺ οὖν τί μέλλεις ποιεῖν , ἔχων νόμον ἐν τῇ σῇ πόλει ; ἕνεκεν τῶν ἀγρῶν σου καὶ τῆς λοιπῆς ὑπάρξεως τὸν νόμον σου πάντως ἀπαρνήσῃ καὶ πορεύσῃ τῷ νόμῳ τῆς πόλεως ταύτης ; βλέπε , μὴ ἀσύμφορόν ἐστιν ἀπαρνῆσαι τὸν νόμον σου · ἐὰν γὰρ ἐπανακάμψαι θελήσῃς εἰς τὴν πόλιν σου , οὐ μὴ παραδεχθήσῃ , ὅτι ἀπηρνήσω τὸν νόμον τῆς πόλεώς σου , καὶ ἐκκλεισθήσῃ ἀπ᾿ αὐτῆς . 6  βλέπε οὖν σύ · ὡς ἐπὶ ξένης κατοικῶν ἐταπεινοφρονεῖτε πλέον ἑτοίμαζε σεαθτῷ εἰ μὴ τὴν αὐτάρκειαν τὴν ἀρκετήν σοὶ , καὶ ἕτοιμος γίνου , ἵνα , ὅταν θέλῃ δεσπότης τῆς πόλεως ταύτης ἐκβαλεῖν σὲ ἀντιταξάμενον τῷ νόμῳ αὐτοῦ , ἐξέλθῃς ἐκ τῆς πόλεως αὐτοῦ καὶ ἀπέλθῃς ἐν τῇ πόλει σου καὶ τῷ σῷ νόμῳ χρήσῃ ἀνυβρίστως ἀγαλλιώμενος . 7  βλέπετε οὖν ὑμεῖς οἱ δουλεύοντες τῷ κυρίῳ καὶ ἔχοντες αὐτὸν εἰς τὴν καρδίαν · ἐργάζεσθε τὰ ἔργα τοῦ θεοῦ μνημονεύοντες τῶν ἐντολῶν αὐτοῦ καὶ τῶν ἐπαγγελιῶν ὧν ἐπηγγείλατο , καὶ πιστεύσατε αὐτῷ , ὅτι ποιήσει αὐτάς , ἐὰν αἱ ἐντολαὶ αὐτοῦ φυλαχθῶσιν . 8  ἀντὶ ἀγρῶν οὖν ἀγοράζετε ψυχὰς θλιβομένας , καθά τις δυνατός ἐστι , καὶ χήρας καὶ ὀρφανοὺς ἐπισκέπτεσθε καὶ μὴ παραβλέπετε αὐτούς , καὶ τὸν πλοῦτον ὑμῶν καὶ τὰς παρατάξεις πάσας εἰς τοιούτους ἀγροὺς καὶ οἰκίας δαπανᾶτε , ἃς ἐλάβετε παρὰ τοῦ θεοῦ . 9  εἰς τοῦτο γὰρ ἐπλούτισεν ὑμᾶς δεσπότης , ἵνα ταύτας τὰς διακονίας τελέσητε αὐτῷ · πολὺ βέλτιόν ἐστι τοιούτους ἀγροὺς ἀγοράζειν καὶ κτήματα καὶ οἴκους , οὓς εὑρήσεις ἐν τῇ πόλει σου , ὅταν ἐπιδημήσῃς εἰς αὐτήν . 10  αὕτη πολυτέλεια καλὴ καὶ ἱερά , λύπην μὴ ἔχουσα μηδὲ φόβον , ἔχουσα δὲ χαράν . τὴν οὖν πολυτέλειαν τῶν ἐθνῶν μὴ πράσσετε · ἀσύμφορον γάρ ἐστιν ὑμῖν τοῖς δούλοις τοῦ θεοῦ . 11  τὴν δὲ ἰδίαν πολυτέλειαν πράσσετε , ἐν δύνασθε χαρῆναι , καὶ μὴ παραχαράσσετε μηδὲ τοῦ ἀλλοτρίου ἅψησθε μηδὲ ἐπιθυμεῖτε αὐτοῦ · πονηρὸν γάρ ἐστιν ἀλλοτρίων ἐπιθυμεῖν . τὸ δὲ σὸν ἔργον ἐργάζου , καὶ σωθήσῃ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era