1 Ἔδειξέ μοι πάλιν δένδρα πολλά , ἃ μὲν βλαστῶντα , ἃ δὲ ξηρά , καὶ λέγει μοι · Βλεπεις , φησί , τὰ δένδρα ταῦτα ; βλέπω , φημί , κύριε , τὰ μὲν βλαστῶντα τὰ δὲ ξηρά . 2 Ταῦτα , φησί , τὰ δένδρα τὰ βλαστῶντα οἱ δίκαιοί εἰσιν οἱ μέλλοντες κατοικεῖν εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον · ὁ γὰρ αἰὼν ὁ ἐρχόμενος θερεία ἐστὶ τοῖς δικαίοις , τοῖς δὲ ἁμαρτωλοῖς χειμών . ὅταν οὖν ἐπιλάμψῃ τὸ ἔλεος τοῦ κυρίου , τότε φανερωθήσονται οἱ δουλεύοντες τῷ θεῷ , καὶ πάντες φανερωθήσονται . 3 ὥσπερ γὰρ τῷ θέρει ἑνὸς ἑκάστου δένδρου οἱ καρποὶ φανεροῦνται καὶ ἐπιγινώσκονται ποταποί εἰσιν , οὕτω καὶ τῶν δικαίων οἱ καρποὶ φανεροὶ ἔσονται καὶ γνωσθήσονται πάντες εὐθαλεῖς ὄντες ἐν τῷ αἰῶνι ἐκείνῳ . 4 τὰ δὲ ἔθνη καὶ οἱ ἁμαρτωλοί , ἃ εἶδες τὰ δένδρα τὰ ξηρά , τοιοῦτοι εὑρεθήσονται ξηροὶ καὶ ἄκαρποι ἐν ἐκείνῳ τῷ αἰῶνι καὶ ὡς ξύλα κατακαυθήσονται καὶ φανεροὶ ἔσονται , ὅτι ἡ πρᾶξις αὐτῶν πονηρὰ γέγονεν ἐν τῇ ζωῇ αὐτῶν . οἱ μὲν γὰρ ἁμαρτωλοὶ καυθήσονται , ὅτι ἥμαρτον καὶ οὐ μετενόησαν · τὰ δὲ ἔθνη καυθήσονται , ὅτι οὐκ ἔγνωσαν τὸν κτίσαντα αὐτούς . 5 σὺ οὖν καρποφόρησον , ἵνα ἐν τῷ θέρει ἐκείνῳ γνωσθῇ σου ὁ καρπός · ἀπέχου δὲ ἀπὸ πολλῶν πράξεων καὶ οὐδὲν διαμαρτήσεις . οἱ γὰρ τὰ πολλὰ πράσσοντες πολλὰ καὶ ἁμαρτάνουσι , περισπώμενοι περὶ τὰς πράξεις αὐτῶν καὶ ἐταπεινοφρονεῖτε δουλεύοντες τῷ κυρίῳ ἑαυτῶν . 6 πῶς οὖν , φησίν , ὁ τοιοῦτος δύναταί τι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν , μὴ δουλεύων τῷ κυρίῳ ; οἱ δουλεύοντες αὐτῷ , ἐκεῖνοι λήψονται τὰ αἰτήματα αὐτῶν . οἱ δὲ μὴ δουλεύοντες τῷ κυρίῳ , ἐκεῖνοι οὐδὲν λήψονται . 7 ἐὰν δὲ μίαν τις πρᾶξιν ἐργάσηται , δύναται καὶ τῷ κυρίῳ δουλεῦσαι · οὐ γὰρ διαφθαρήσεται ἡ διάνοια αὐτοῦ ἀπὸ τοῦ κυρίου , ἀλλὰ δουλεύσει αὐτῷ ἔχων τὴν διάνοιαν αὐτοῦ καθαράν . 8 ταῦτα οὖν ἐὰν ποιήσῃς , δύνασαι καρποφορῆσαι εἰς τὸν αἰῶνα τὸν ἐρχόμενον · καὶ ὃς ἄν ταῦτα ποιήσῃ , καρποφορήσει .