Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 26

1  Ἐκ δὲ τοῦ ὄρους τοῦ ἐνάτου τοῦ ἐρημώδους , τοῦ τὰ ἑρπετὰ καὶ θηρία ἐν αὐτῷ ἔχοντος τὰ διαφθείροντα τοὺς ἀνθρώπους , οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν · 2  οἱ μὲν τοὺς σπίλους ἔχοντες διάκονοί εἰσι κακῶς διακονήσαντες καὶ διαρπάσαντες χηρῶν καὶ ὀρφανῶν τὴν ζωὴν καὶ ἑαυτοῖς περιποιησάμενοι ἐκ τῆς διακονίας ἧς ἔλαβον διακονῆσαι · ἐὰν οὖν ἐπιμείνωσι τῇ αὐτῇ ἐπιθυμίᾳ , ἀπέθανον καὶ οὐδεμία αὐτοῖς ἐλπὶς ζωῆς · ἐὰν δὲ ἐπιστρέψωσι καὶ ἁγνῶς τελειώσωσι τὴν διακονίαν αὐτῶν , δυνήσονται ζῆσαι . 3  οἱ δὲ ἐψωριακότες , οὗτοι οἱ ἀρνησάμενοί εἰσι καὶ μὴ ἐπιστρέψαντες ἐπὶ τὸν κύριον ἑαυτῶν , ἀλλὰ χερσωθέντες καὶ γενόμενοι ἐρημώδεις · μὴ κολλώμενοι τοῖς δούλοις τοῦ θεοῦ , ἀλλὰ μονάζοντες ἀπολλύουσι τὰς ἑαυτῶν ψυχὰς . 4  ὡς γὰρ ἄμπελος ἐν φραγμῷ τινι καταλειφθεῖσα ἀμελείας τυγχάνουσα καταφθείρεται καὶ ὑπὸ τῶν βοτανῶν ἐρημοῦται καὶ τῷ χρόνῳ ἀγρία γίνεται , καὶ οὐκέτι εὔχρηστός ἐστι τῷ δεσπότῃ ἑαυτῆς , οὕτω καὶ οἱ τοιοῦτοι ἄνθρωποι ἑαυτοὺς ἀπεγνώκασι καὶ γίνονται ἄχρηστοι τῷ κυρίῳ ἑαυτῶν ἀγριωθέντες . 5  τούτοις οὖν μετάνοια γίνεται , ἐὰν μὴ ἐκ καρδίας εὑρεθῶσιν ἠρνημένοι · ἐὰν δὲ ἐκ καρδίας εὑρεθῇ ἠρνημένος τις , οὐκ οἶδα , εἰ δύναται ζῆσαι . 6  καὶ τοῦτο οὐκ εἰς ταύτας τὰς ἡμέρας λέγω , ἵνα τις ἀρνησάμενος μετάνοιαν λάβῃ · ἀδύνατον γάρ ἐστι σωθῆναι τὸν μέλλοντα νῦν ἀρνεῖσθαι τὸν κύριον ἑαυτοῦ · ἀλλ᾿ ἐκείνοις τοῖς πάλαι ἠρνημένοις δοκεῖ κεῖσθαι μετάνοια . εἴ τις οὖν μέλλει μετανοεῖν , ταχινὸς γενέσθω πρὶν τὸν πύργον ἀποτελεσθῆναι · εἰ δὲ μή , ὑπὸ τῶν γυναικῶν καταφθαρήσεται εἰς θάνατον . 7  καὶ οἱ κολοβοί , οὗτοι δόλιοί εἰσι καὶ κατάλαλοι · καὶ τὰ θηρία , εἶδες εἰς τὸ ὄρος , οὗτοί εἰσιν . ὥσπερ γὰρ τὰ θηρία διαφθείρει τῷ ἑαυτῶν ἰῷ τὸν ἄνθρωπον καὶ ἀπολλύει , οὕτω καὶ τοιούτων ἀνθρώπων τὰ ῥήματα διαφθείρει τόν ἄνθρωπον καὶ ἀπολλύει . 8  οὗτοι οὖν κολοβοί εἰσιν ἀπὸ τῆς πίστεως αὐτῶν διὰ τὴν πρᾶξιν , ἣν ἔχουσιν ἐν ἑαυτοῖς · τινὲς δὲ μετενόησαν καὶ ἐσώθησαν . καὶ οἱ λοιποὶ οἱ τοιοῦτοι ὄντες δύνανται σωθῆναι , ἐὰν μετανοήσωσιν · ἐὰν δὲ μὴ μετανοήσωσιν , ἀπὸ τῶν γυναικῶν ἐκείνων , ὧν τὴν δύναμιν ἔχουσιν , ἀποθανοῦνται .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era