Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 22

1  Ἐκ δὲ τοῦ ὄρους τοῦ πέμπτου τοῦ ἔχοντος βοτάνας χλωρὰς καὶ τραχέος ὄντος οἱ πιστεύσαντες τοιοῦτοί εἰσι · πιστοὶ μέν , δυσμαθεῖς δὲ καὶ αὐθάδεις καὶ ἑαυτοῖς ἀρέσκοντες , θέλοντες πάντα γινώσκειν , καὶ οὐδὲν ὅλως γινώσκουσι , 2  διὰ τὴν αὐθάδειαν αὐτῶν ταύτην ἀπέστη ἀπ᾿ αὐτῶν σύνεσις , καὶ εἰσῆλθεν εἰς αὐτοὺς ἀφροσύνη μωρά . ἐπαινοῦσι δὲ ἑαυτοὺς ὡς σύνεσιν ἔχοντας καὶ θέλουσιν ἐθελοδιδάσκαλοι εἶναι , ἄφρονες ὄντες . 3  διὰ ταύτην οὖν τὴν ὑψηλοφροσύνην πολλοὶ ἐκενώθησαν ὑψοῦντες ἑαυτούς · μέγα γὰρ δαιμόνιόν ἐστιν αὐθάδεια καὶ κενὴ πεποίθησις · ἐκ τούτων οὖν πολλοὶ ἀπεβλήθησαν , τινὲς δὲ μετενόησαν καὶ ἐπίστευσαν καὶ ὑπέταξαν ἑαυτοὺς τοῖς ἔχουσι σύνεσιν , γνόντες τὴν ἑαυτῶν ἀφροσύνην . 4  καὶ τοῖς λοιποῖς δὲ τοῖς τοιούτοις κεῖται μετάνοια · οὐκ ἐγένοντο γὰρ πονηροί , μᾶλλον δὲ μωροὶ καὶ ἀσύνετοι . οὗτοι οὖν ἐὰν μετανοήσωσι , ζήσονται τῷ θεῷ · ἐὰν δὲ μὴ μετανοήσωσι , κατοικήσουσι μετὰ τῶν γυναικῶν τῶν πονηρευομένων εἰς αὐτούς .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era