1 Οἱ δὲ τὰς ῥάβδους ἐπιδεδωκότες χλωράς , αὐτὰ δὲ τὰ ἄκρα ξηρὰ καὶ σχισμὰς ἔχοντα , οὗτοι πάντοτε ἀγαθοὶ καὶ πιστοὶ καὶ ἔνδοξοι παρὰ τῷ θεῷ ἐγένοντο , ἐλάχιστον δὲ ἐξήμαρτον διὰ μικρὰς ἐπιθυμίας καὶ μικρὰ κατ᾿ ἀλλήλων ἔχοντες · ἀλλ᾿ ἀκούσαντές μου τῶν ῥημάτων τὸ πλεῖστον μέρος ταχὺ μετενόησαν , καὶ ἐγένετο ἡ κατοικία αὐτῶν εἰς τὸν πύργον . 2 τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν , τινὲς δὲ διψυχήσαντες διχοστασίαν μείζονα ἐποίησαν . ἐν τούτοις οὖν ἔνεστι μετανοίας ἐλπίς , ὅτι ἀγαθοὶ πάντοτε ἐγένοντο · δυσκόλως δέ τις αὐτῶν ἀποθανεῖται . 3 οἱ δὲ τὰς ῥάβδους αὐτῶν ξηρὰς ἐπιδεδωκότες , ἐλάχιστον δὲ χλωρὸν ἐχούσας , οὗτοί εἰσιν οἱ πιστεύσαντες μόνον , τὰ δὲ ἔργα τῆς ἀνομίας ἐργασάμενοι · οὐδέποτε δὲ ἀπὸ τοῦ θεοῦ ἀπέστησαν καὶ τὸ ὄνομα ἡδέως ἐβάστασαν καὶ εἰς τοὺς οἴκους αὐτῶν ἡδέως ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ . ἀκούσαντες οὖν ταύτην τὴν μετάνοιαν ἀδιστάκτως μετενόησαν , καὶ ἐργάζονται πᾶσαν ἀρετὴν καὶ δικαιοσύνην . 4 τινὲς δὲ ἐξ αὐτῶν καὶ φοβοῦνται , γινώσκοντες τὰς πράξεις αὐτῶν , ἃς ἔπραξαν . τούτων οὖν πάντων ἡ κατοικία εἰς τὸν πύργον ἔσται .