1 Κἀγὼ περιπατῶν μετ᾿ αὐτοῦ ἱλαρὸς ἤμην τοιαῦτα ἀγαθὰ βλέπων . λέγει δέ μοι ὁ ποιμήν · Ὕπαγε καὶ φέρε ἄσβεστον καὶ ὄστρακον λεπτόν , ἵνα τοὺς τύπους τῶν λίθων τῶν ἠρμένων καὶ εἰς τὴν οἰκοδομὴν βεβλημένων ἀναπληρώσω · δεῖ γὰρ τοῦ πύργου τὰ κύκλῳ πάντα ὁμαλὰ γενέσθαι . 2 καὶ ἐποίησα καθὼς ἐκέλευσε , καὶ ἤνεγκα πρὸς αὐτόν . Ὑπηρέτει μοι , φησί , καὶ ἐγγὺς τὸ ἔργον τελεσθήσεται . ἐπλήρωσεν οὖν τοὺς τύπους τῶν λίθων τῶν εἰς τὴν οἰκοδομὴν ἀπεληλυθότων καὶ ἐκέλευσε σαρωθῆναι τὰ κύκλῳ τοῦ πύργου καὶ καθαρὰ γενέσθαι · 3 αἱ δὲ παρθένοι λαβοῦσαι σάρους ἐσάρωσαν καὶ πάντα τὰ κόπρια ἦραν ἐκ τοῦ πύργου καὶ ἔρραναν ὕδωρ , καὶ ἐγένετο ὁ τόπος ἱλαρὸς καὶ εὐπρεπέστατος τοῦ πύργου . 4 λέγει μοι ὁ ποιμήν · Πάντα , φησί , κεκαθάρται · ἐὰν ἔλθη ὁ κύριος ἐπισκέψασθαι τὸν πύργον , οὐκ ἔχει ἡμῖν οὐδὲν μέμψασθαι . ταῦτα εἰπὼν ἤθελεν ὑπάγειν . 5 ἐγὼ δὲ ἐπελαβόμην αὐτοῦ τῆς πήρας καὶ ἠρξάμην αὐτὸν ὁρκίζειν κατὰ τοῦ κυρίου , ἵνα μοι ἐπιλύσῃ , ἃ ἔδειξέ μοι . λέγει μοι . Μικρὸν ἔχω ἀκαιρεθῆναι καὶ πάντα σοὶ ἐπιλύσω · ἔκδεξαί με ὧδε , ἕως ἔρχομαι . 6 λέγω αὐτῷ · Κύριε , μόνος ὢν ὧδε ἐγὼ τί ποιήσω ; Οὐκ εἶ , φησί , μόνος · αἱ γὰρ παρθένοι αὗται μετὰ σοῦ εἰσί . Παράδος οὖν , φημί , αὐταῖς με . προσκαλεῖται αὐτὰς ὁ ποιμὴν καὶ λέγει αὐταῖς · Παρατίθεμαι ὑμῖν τοῦτον ἕως ἔρχομαι · καὶ ἀπῆλθεν . 7 ἐγὼ δὲ ἤμην μόνος μετὰ τῶν παρθένων · ἦσαν δὲ ἱλαρώτεραι καὶ πρὸς ἐμὲ εὖ εἶχον · μάλιστα δὲ αἱ τέσσαρες αἱ ἐνδοξότεραι αὐτῶν .