1 Καὶ ἐτελέσθη τῇ ἡμέρᾳ ἐκείνῃ ἡ οἰκοδομή , οὐκ ἀπετελέσθη δὲ ὁ πύργος · ἔμελλε γὰρ πάλιν ἐποικοδομεῖσθαι · καὶ ἐγένετο ἀνοχὴ τῆς οἰκοδομῆς . ἐκέλευσαν δὲ οἱ ἓξ ἄνδρες τοὺς οἰκοδομοῦντας ἀναχωρῆσαι μικρὸν πάντας καὶ ἀναπαυθῆναι · ταῖς δὲ παρθένοις ἐπέταξαν ἀπὸ τοῦ πύργου μὴ ἀναχωρῆσαι . ἐδόκει δέ μοι τὰς παρθένους καταλελεῖφθαι τοῦ φυλάσσειν τὸν πύργον . 2 μετὰ δὲ τὸ ἀναχωρῆσαι πάντας καὶ ἀναπαυθῆναι λέγω τῷ ποιμένι · Τί ὅτι , φημί , κύριε , οὐ συνετελέσθη ἡ οἰκοδομὴ τοῦ πύργου ; Οὔπω , φησί , δύναται ἀποτελεσθῆναι ὁ πύργος , ἐὰν μὴ ἔλθῃ ὁ κύριος αὐτοῦ καὶ δοκιμάσῃ τὴν οἰκοδομὴν ταύτην , ἵνα , ἐάν τινες λίθοι σαπροὶ εὑρεθῶσιν , ἀλλάξῃ αὐτούς · πρὸς γὰρ τὸ ἐκείνου θέλημα οἰκοδομεῖται ὁ πύργος . 3 Ἤθελον , φημί , κύριε , τούτου τοῦ πύργου γνῶναι τί ἐστιν ἡ οἰκοδομὴ αὕτη , καὶ περὶ τῆς πέτρας καὶ πύλης καὶ τῶν ὀρέων καὶ τῶν παρθένων καὶ τῶν λίθων τῶν ἐκ τοῦ βυθοῦ ἀναβεβηκότων καὶ μὴ λελατομημένων , ἀλλ᾿ οὕτως ἀπελθόντων εἰς τὴν οἰκοδομήν . 4 καὶ διατί πρῶτον εἰς τὰ θεμέλια ι' λίθοι ἐτέθησαν , εἶτα κ' , εἶτα λε' , εἶτα μ' , καὶ περὶ τῶν λίθων τῶν ἀπεληλυθότων εἰς τὴν οἰκοδομὴν καὶ πάλιν ἠρμένων καὶ εἰς τόπον ἴδιον ἀποτεθειμένων · περὶ πάντων τούτων ἀνάπαυσον τὴν ψυχήν μου , κύριε , καὶ γνώρισόν μοι αὐτά . 5 Ἐάν , φησί , κενόσπουδος μὴ εὑρεθῇς , πάντα γνώσῃ · μετ᾿ ὀλίγας γὰρ ἡμέρας ἐλευσόμεθα ἐνθάδε , καὶ τὰ λοιπὰ ὄψει τὰ ἐπερχόμενα τῷ πύργῳ τούτῳ καὶ πάσας τὰς παραβολὰς ἀκριβῶς γνώσῃ . 6 καὶ μετ᾿ ὀλίγας ἡμέρας ἤλθομεν εἰς τὸν τόπον , οὗ κεκαθίκαμεν , καὶ λέγει μοι · Ἄγωμεν πρὸς τὸν πύργον · ὁ γὰρ αὐθέντης τοῦ πύργου ἔρχεται κατανοῆσαι αὐτόν . καὶ ἤλθομεν πρὸς τὸν πύργον · καὶ ὅλως οὐδεὶς ἦν πρὸς αὐτὸν εἰ μὴ αἱ παρθένοι μόναι . 7 καὶ ἐπερωτᾷ ὁ ποιμὴν τὰς παρθένους , εἰ ἄρα παρεγεγόνει ὁ δεσπότης τοῦ πύργου . αἱ δὲ ἔφησαν μέλλειν αὐτὸν ἔρχεσθαι κατανοῆσαι τὴν οἰκοδομήν .