1 Ἐκ δὲ τοῦ ὄρους τοῦ ἑνδεκάτου , οὗ ἦσαν δένδρα καρπῶν πλήρη , ἄλλοις καὶ ἄλλοις καρποῖς κεκοσμημένα , οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν . 2 οἱ παθόντες ὑπὲρ τοῦ ὀνόματος τοῦ υἱοῦ τοῦ θεοῦ , οἳ καὶ προθύμως ἔπαθον ἐξ ὅλης τῆς καρδίας καὶ παρέδωκαν τὰς ψυχὰς αὐτῶν . 3 Διατί οὖν , φημί , κύριε , πάντα μὲν τὰ δένδρα καρποὺς ἔχει , τινὲς δὲ ἐξ αὐτῶν καρποὶ εὐειδέστεροί εἰσιν ; Ἄκουε , φησίν · ὅσοι ποτὲ ἔπαθον διὰ τὸ ὄνομα , ἐνδοξοί εἰσι παρὰ τῷ θεῷ , καὶ πάντων αἱ ἁμαρτίαι ἀφῃρέθησαν , ὅτι ἔπαθον διὰ τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ . διατί δὲ οἱ καρποὶ αὐτῶν ποικίλοι εἰσίν , τινὲς δὲ ὑπερέχοντες , ἄκουε . 4 ὅσοι , φησίν , ἐπ᾿ ἐξουσίαν ἀχθέντες ἐξητάσθησαν καὶ οὐκ ἠρνήσαντο , ἀλλ᾿ ἔπαθον προθύμως , οὗτοι μᾶλλον ἐνδοξότεροί εἰσι παρὰ τῷ κυρίῳ · τούτων ὁ καρπός ἐστιν ὁ ὑπερέχων · ὅσοι δὲ δειλοὶ καὶ ἐν δισταγμῷ ἐγένοντο καὶ ἐλογίσαντω ἐν ταῖς καρδίαις αὐτῶν , πότερον ἀρνήσονται ἢ ὁμολογήσουσι , καὶ ἔπαθον , τούτων οἱ καρποὶ ἐλάττους εἰσίν , ὅτι ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτῶν ἡ βουλὴ αὕτη · πονηρὰ γὰρ ἡ βουλὴ αὕτη , ἵνα δοῦλος κύριον ἴδιον ἀρνήσηται . 5 βλέπετε οὖν ὑμεῖς οἱ ταῦτα βουλευόμενοι , μήποτε ἡ βουλὴ αὕτη διαμείνῃ ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἀποθάνητε τῷ θεῷ . ὑμεῖς δὲ οἱ πάσχοντες ἕνεκεν τοῦ ὀνόματος δοξάζειν ὀφείλετε τὸν θεόν , ὅτι ἀξιους ὑμᾶς ἡγήσατο ὁ θεός , ἵνα τοῦτο τὸ ὄνομα βαστάζητε καὶ πᾶσαι ὑμῶν αἱ ἁμαρτίαι ἰαθῶσιν . 6 οὐκοῦν μακαρίζετε ἑαυτούς · ἀλλὰ δοκεῖτε ἔργον μέγα πεποιηκέναι , ἐάν τις ὑμῶν διὰ τὸν θεὸν πάθῃ . ζωὴν ὑμῖν ὁ κύριος χαρίζεται , καὶ οὐ νοεῖτε · αἱ γὰρ ἁμαρτίαι ὑμῶν κατεβάρησαν , καὶ εἰ μὴ πεπόνθατε ἕνεκεν τοῦ ὀνόματος κυρίου , διὰ τὰς ἁμαρτίας ὑμῶν τεθνήκειτε ἄν τῷ θεῷ . 7 ταῦτα ὑμῖν λέγω τοῖς διστάζουσι περὶ ἀρνήσεως ἢ ὁμολογήσεως · ὁμολογεῖτε , ὅτι κύριον ἔχετε , μήποτε ἀρνούμενοι παραδοθήσησθε εἰς δεσμωτήριον . 8 εἰ τὰ ἔθνη τοὺς δούλους αὐτῶν κολάζουσιν , ἐὰν τις ἀρνήσηται τὸν κύριον ἑαυτοῦ , τί δοκεῖτε ποιήσει ὁ κύριος ὑμῖν , ὃς ἔχει πάντων τὴν ἐξουσίαν ; ἄρατε τὰς βουλὰς ταύτας ἀπὸ τῶν καρδιῶν ὑμῶν , ἵνα διαπαντὸς ζήσητε τῷ θεῷ .