Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 8 Chapter 11

1  Καὶ μετὰ τὸ συντελέσαι αὐτὸν τὰς ἐπιλύσεις πασῶν τῶν ῥάβδων λέγει μοι · Ὕπαγε καὶ πᾶσιν λέγε , ἵνα μετανοήσωσιν , καὶ ζήσωσι τῷ θεῷ · ὅτι κύριος ἔπεμψέ με σπλαγχνισθεὶς πᾶσι δοῦναι τὴν μετάνοιαν , καὶπερ τινῶν μὴ ὄντων ἀξίων διὰ τὰ ἔργα αὐτῶν · ἀλλὰ μακρόθυμος ὢν κύριος θέλει τὴν κλῆσιν τὴν γενομένην διὰ τοῦ υἱοῦ αὐτοῦ σώζεσθαι . 2  λέγω αὐτῷ · Κύριε , ἐλπίζω , ὅτι πάντες ἀκούσαντες αὐτὰ μετανοήσουσι · πείθομαι γάρ , ὅτι εἷς ἕκαστος τὰ ἴδια ἔργα ἐπιγνοὺς καὶ φοβηθεὶς τὸν θεὸν μετανοήσει . 3  ἀποκριθείς μοι λέγει · Ὅσοι , φησίν , ἐξ ὅλης καρδίας αὐτῶν μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ τῶν πονηριῶν αὐτῶν τῶν προειρημένων καὶ μηκέτι μηδὲν προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν , λήψονται ἴασιν παρὰ τοῦ κυρίου τῶν προτέρων ἁμαρτιῶν , ἐὰν μὴ διψυχήσωσιν ἐπὶ ταῖς ἐντολαῖς ταύταις , καὶ ζήσονται τῷ θεῷ . ὅσοι δέ , φησίν , προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν καὶ πορπορευθῶσιν ἐν ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου , θανάτῳ ἑαυτοὺς κατακρινοῦσιν . 4  σὺ δὲ πορεύου ἐν ταῖς ἐντολαῖς μου , καὶ ζήσῃ τῷ θεῷ · καὶ ὅσοι ἄν πορπορευθῶσιν ἐν αὐταῖς καὶ ἐργάσωνται ὀρθῶς , ζήσονται τῷ θεῷ . 5  ταῦτά μοι διέξας καὶ λαλήσας πάντα λέγει μοι · Τὰ δὲ λοιπὰ ἐπιδείξω μετ᾿ ὀλίγας ἡμέρας .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era