1 Ὅσοι δὲ ἡμιξήρους ἐπέδωκαν καὶ ἐν αὐταῖς σχισμὰς εἶχον , ἄκουε καὶ περὶ αὐτῶν . ὅσων ἦσαν αἱ ῥάβδοι ἡμίξηροι , δίψυχοί εἰσιν · οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν . 2 οἱ δὲ ἡμιξήρους ἔχοντες καὶ ἐν αὐταῖς σχισμάς , οὗτοι καὶ δίψυχοι καὶ κατάλαλοί εἰσι καὶ μηδέποτε εἰρηνεύοντες εἰς ἑαυτούς , ἀλλὰ διχοστατοῦντες πάντοτε . ἀλλὰ καὶ τούτοις , φησίν , ἐπίκειται μετάνοια . βλέπεις , φησί , τινὰς ἐξ αὐτῶν μετανενοηκότας . καὶ ἔτι , φησίν , ἐστὶν ἐν αὐτοῖς ἐλπὶς μετανοίας 3 καὶ ὅσοι , φησίν , ἐξ αὐτῶν μετανενοήκασι , τὴν κατοικίαν εἰς τὸν πύργον ἔξουσιν · ὅσοι δὲ ἐξ αὐτῶν βραδύτερον μετανενοήκασιν , εἰς τὰ τείχη κατοικήσουσιν ὅσοι δὲ οὐ μετανοοῦσιν ἀλλ᾿ ἐμμένουσι ταῖς πράξεσιν αὐτῶν , θανάτῳ ἀποθανοῦνται . 4 οἱ δὲ χλωρὰς ἐπιδεδωκότες τὰς ῥάβδους αὐτῶν καὶ σχισμὰς ἐχούσας , πάντοτε οὗτοι πιστοὶ καὶ ἀγαθοὶ ἐγένοντο , ἔχοντες δὲ ζῆλόν τινα ἐν ἀλλήλοις περὶ πρωτείων καὶ περὶ δόξης τινός · ἀλλὰ πάντες οὗτοι μωροί εἰσιν , ἐν ἀλλήλοις ἔχοντες ζῆλον περὶ πρωτείων . 5 ἀλλὰ καὶ οὗτοι ἀκούσαντες τῶν ἐντολῶν μου , ἀγαθοὶ ὄντες , ἐκαθάρισαν ἑαυτοὺς καὶ μετενόησαν ταχύ . ἐγένετο οὖν ἡ κατοίκησις αὐτῶν εἰς τὸν πύργον · ἐὰν δέ τις πάλιν ἐπιστρέψῃ εἰς τὴν διχοστασίαν , ἐκβληθήσεται ἀπό τοῦ πύργου καὶ ἀπολέσει τὴν ζωὴν αὐτοῦ . 6 ἡ ζωὴ πάντων ἐστὶ τῶν τὰς ἐντολὰς τοῦ κυρίου φυλασσόντων · ἐν ταῖς ἐντολαῖς δὲ περὶ πρωτείων ἢ περὶ δόξης τινος οὐκ ἔστιν ἀλλὰ περὶ μακροθυμίας καὶ περὶ ταπεινοφρονήσεως ἀνδρός . ἐν τοῖς τοιούτοις οὖν ἡ ζωὴ τοῦ κυρίου ἐν τοῖς διχοστάταις δὲ καὶ παρανόμοις θάνατος .