1 Νῦν οὖν , κύριε , περὶ τῶν ὀρέων μοι δήλωσον · διατί ἄλλαι καὶ ἄλλαι εἰσὶν αἱ ἰδέαι καὶ ποικίλαι ; Ἄκουε , φησί · τὰ ὄρη ταῦτα τὰ δώδεκα φυλαί εἰσιν αἱ κατοικοῦσαι ὅλον τὸν κόσμον . ἐκηρύχθη οὖν εἰς ταύτας ὁ υἱὸς τοῦ θεοῦ διὰ τῶν ἀποστόλων . 2 Διατί δὲ ποικίλα καὶ ἄλλη καὶ ἄλλη ἰδέα ἐστὶ τὰ ὄρη , δήλωσόν μοι , κύριε . Ἄκουε , φησίν · αἱ δώδεκα φυλαὶ αὗται αἱ κατοικοῦσαι ὅλον τὸν κόσμον δώδεκα ἔθνη εἰσί · ποικίλα δέ εἰσι τῇ φρονήσει καὶ τῷ νοΐ · οἷα οὖν εἶδες τὰ ὄρη ποικίλα , τοιαῦταί εἰσι καὶ τούτων αἱ ποικιλίαι τοῦ νοὸς τῶν ἐθνῶν καὶ ἡ φρόνησις . δηλώσω δέ σοὶ καὶ ἑνὸς ἑκάστου τὴν πρᾶξιν . 3 Πρῶτον , φημί , κύριε , τοῦτο δήλωσον , διατί οὕτω ποικίλα ὄντα τὰ ὄρη , εἰς τὴν οἰκοδομὴν ὅταν ἐτέθησαν οἱ λίθοι αὐτῶν , μιᾷ χρόᾳ ἐγένοντο λαμπροί , ὡς καὶ οἱ ἐκ τοῦ βυθοῦ ἀναβεβηκότες λίθοι ; 4 Ὅτι , φησί , πάντα τὰ ἔθνη τὰ ὑπὸ τὸν οὐρανὸν κατοικούντα , ἀκούσαντα καὶ πιστεύσαντα ἐπὶ τῷ ὀνόματι ἐκλήθησαν τοῦ υἱοῦ τοῦ θεοῦ . λαβόντες οὖν τὴν σφραγῖδα μίαν φρόνησιν ἔσχον καὶ ἕνα νοῦν , καὶ μία πίστις αὐτῶν ἐγένετο καὶ μία ἀγάπη , καὶ τὰ πνεύματα τῶν παρθένων μετὰ τοῦ ὀνόματος ἐφόρεσαν · διὰ τοῦτο ἡ οἰκοδομὴ τοῦ πύργου μιᾷ χρόᾳ ἐγένετο λαμπρὰ ὡς ὁ ἥλιος . 5 μετὰ δὲ τὸ εἰσελθεῖν αὐτοὺς ἐπὶ τὸ αὐτὸ καὶ γενέσθαι ἓν σῶμα τινὲς ἐξ αὐτῶν ἐμίαναν ἑαυτοὺς καὶ ἐξεβλήθησαν ἐκ τοῦ γένους τῶν δικαίων καὶ πάλιν ἐγένοντο , οἷοι πρότερον ἦσαν , μᾶλλον δὲ καὶ χείρονες .