Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 18

1  Πῶς , φημί , κύριε , ἐγένοντο χείρονες , θεὸν ἐπεγνωκότες ; μὴ γινώσκων , φησί , θεὸν καὶ πονηρευόμενος ἔχει κολασίν τινα τῆς πονηρίας αὐτοῦ , δὲ θεὸν ἐπιγνοὺς οὐκέτι ὀφείλει πονηρεύεσθαι , ἀλλ᾿ ἀγαθοποιεῖν . 2  ἐὰν οὖν ὀφείλων ἀγαθοποιεῖν πονηρεύηται , οὐ δοκεῖ πλείονα πονηρίαν ποιεῖν παρὰ τὸν μὴ γινώσκοντα τὸν θεόν ; διὰ τοῦτο οἱ μὴ ἐγνωκότες θεὸν καὶ πονηρευόμενοι κεκριμένοι εἰσὶν εἰς θάνατον , οἱ δὲ τὸν θεὸν ἐγνωκότες καὶ τὰ μεγαλεῖα αὐτοῦ ἑωρακότες καὶ πονηρευόμενοι δισσῶς κολασθήσονται καὶ ἀποθανοῦνται εἰς τὸν αἰῶνα . οὕτως οὖν καθαρισθήσεται ἐκκλησία τοῦ θεοῦ . 3  ὡς δὲ εἶδες ἐκ τοῦ πύργου τοὺς λίθους ἠρμένους καὶ παραδεδομένους τοῖς πνεύμασι τοῖς πονηροῖς καὶ ἐκεῖθεν ἐκβληθέντας · καὶ ἔσται ἓν σῶμα τῶν κεκαθαρμένων , ὥσπερ καὶ πύργος ἐγένετο ὡς ἐξ ἑνὸς λίθου γεγονὼς μετὰ τὸ καθαρισθῆναι αὐτόν · οὕτως ἔσται καὶ ἐκκλησία τοῦ θεοῦ μετὰ τὸ καθαρισθῆναι αὐτὴν καὶ ἀποβληθῆναι τοὺς πονηροὺς καὶ ὑποκριτὰς καὶ βλασφήμους καὶ διψύχους καὶ πονηρευομένους ποικίλαις πονηρίαις . 4  μετὰ τὸ τούτους ἀποβληθῆναι ἔσται ἐκκλησία τοῦ θεοῦ ἓν σῶμα , μία φρόνησις , εἷς νοῦς , μία πίστις , μία ἀγάπη · καὶ τότε υἱὸς τοῦ θεοῦ ἀγαλλιάσεται καὶ εὐφρανθήσεται ἐν αὐτοῖς ἀπειληφὼς τὸν λαὸν αὐτοῦ καθαρόν . Μεγάλως , φημί , κύριε , καὶ ἐνδόξως πάντα ἔχει . 5  Ἔτι , φημί , κύριε , τῶν ὀρέων ἑνὸς ἑκάστου δήλωσόν μοι τὴν δύναμιν καὶ τὰς πράξεις , ἵνα πᾶσα ψυχὴ πεποιθυῖα ἐπὶ τὸν κύριον ἀκούσασα δοξάσῃ τὸ μέγα καὶ θαυμαστὸν καὶ ἔνδοξον ὄνομα αὐτοῦ . Ἄκουε , φησί , τῶν ὀρέων τὴν ποικιλίαν καὶ τῶν δώδεκα ἐθνῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era