Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 19

1  Ἐκ τοῦ πρώτου ὄρους τοῦ μέλανος οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν · ἀποστάται καὶ βλάσφημοι εἰς τὸν κύριον καὶ προδόται τῶν δούλων τοῦ θεοῦ . τούτοις δὲ μετάνοια οὐκ ἔστι , θάνατος δὲ ἔστι , καὶ διὰ τοῦτο καὶ μέλανές εἰσι · καὶ γὰρ τὸ γένος αὐτῶν ἄνομόν ἐστιν . 2  ἐκ δὲ τοῦ δευτέρου ὄρους τοῦ ψιλοῦ οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν · ὑποκριταὶ καὶ διδάσκαλοι πονηρίας . καὶ οὗτοι οὖν τοῖς προτέροις ὅμοιοί εἰσι , μὴ ἔχοντες καρπὸν δικαιοσύνης · ὡς γὰρ τὸ ὄρος αὐτῶν ἄκαρπον , οὕτω καὶ οἱ ἄνθρωποι οἱ τοιοῦτοι ὄνομα μὲν ἔχουσιν , ἀπὸ δὲ τῆς πίστεως κενοί εἰσι καὶ οὐδεὶς ἐν αὐτοῖς καρπὸς ἀληθείας . τούτοις οὖν μετάνοια κεῖται , ἐὰν ταχὺ μετανοήσωσιν · ἐὰν δὲ βραδύνωσι , μετὰ τῶν προτέρων ἔσται θάνατος αὐτῶν . 3  Διατί , φημί , κύριε , τούτοις μετάνοιά ἐστι , τοῖς δὲ πρώτοις οὐκ ἔστι ; παρὰ τι γὰρ αἱ αὐταὶ αἱ πράξεις αὐτῶν εἰσί . Διὰ τοῦτο , φησί , τούτοις μετάνοια κεῖται , ὅτι οὐκ ἐβλασφήμησαν τὸν κύριον αὐτῶν οὐδὲ ἐγένοντο προδόται τῶν δούλων τοῦ θεοῦ · διὰ δὲ τὴν ἐπιθυμίαν τοῦ λήμματος ὑπεκρίθησαν καὶ ἐδίδαξεν ἕκαστος κατὰ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων τῶν ἁμαρτανόντων . ἀλλὰ τίσουσι δίκην τινά · κεῖται δὲ αὐτοῖς μετάνοια διὰ τὸ μὴ γενέσθαι αὐτοὺς βλασφήμους μηδὲ προδότας .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era